Ancient Greek · ~5 min
Book 2
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 2.26
Not analysed yet
Ἄθρει δὲ ὅπως διὰ τουτωνὶ τῶν λόγων τὴν τοῖς ἀρχαίοις ἐγκατασκήψασαν πλάνην ἀποκείρει πανσόφως· ἦ γὰρ οὐχὶ Δία μὲν ὀνομάζουσι τὸν οὐρανόν, Δημήτραν δὲ τὴν γῆν, Ἀπόλλωνα δὲ τὸν ἥλιον καὶ ‘χρυσηλάκατον κελαδεινήν’, τουτέστιν Ἄρτεμιν, τὴν σελήνην; Καὶ ἁπαξαπλῶς ἑκάστῳ τῶν παρὰ Θεοῦ γεγονότων ἐπιφημίζοντες τὸ δοκοῦν, προσεκύνησαν ὡς θεούς. Ὅτι δὲ σαφὴς καὶ εὐσύνοπτος καὶ οὐδὲν ἔχων περιειργασμένον καὶ σὺν ἀκριβείᾳ πολλῇ τῆς κοσμογονίας ὁ λόγος τῷ θεσπεσίῳ γέγονε Μωσεῖ, φέρε δή, φέρε καταδεικνύωμεν. «Ἐν ἀρχῇ γάρ (φησίν) ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.» Οὐ γάρ τοι συνάναρχον καὶ συναΐδιον τῷ Θεῷ καὶ ἀγένητον, κατά τινας, ἐφίησι καὶ αὐτὸς νοεῖσθαι τὴν ὕλην, σύνδρομόν τε καὶ συνυφεστηκὸς τῷ ἀϊδίῳ τὸ οὐκ ὄν ποτε, τῷ ἀεὶ ὄντι τὸ ἐν καιρῷ καὶ μόλις παρενεχθὲν εἰς γένεσιν, οὔτε μὴν τῷ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχοντι τὸ κεκινημένον, τῷ ἀφθάρτῳ τὸ ὑπὸ φθοράν· χρόνῳ δὲ μᾶλλον καὶ ἀρχῇ καλούσῃ πρὸς γένεσιν περιορίζει τὴν κτίσιν, ὡς ἐξ οὐκ ὄντων ἐνηνεγμένην κατὰ βούλησιν Θεοῦ πρός γε τὸ εἶναι τοῦθ' ὅπερ ἐστί. Καὶ οὐ δήπου φησὶν ὅτι προϋποκειμένης καὶ προεξευρημένης τῆς ὕλης κοσμήτορα καὶ τεχνίτην ἁπλῶς γενέσθαι Θεόν, εἰδοποιοῦντα τὸ ἄμορφον καθ' ὃν ἂν εἰδείη τρόπον, καὶ ποιοτήτων διαφοράς, μεγέθη τε καὶ ὄγκους ἐπιρρῖψαι μόνον αὐτῇ, ἀλλὰ γὰρ ἀρρήτῳ τινὶ καὶ ἀφράστῳ δυνάμει τὸ οὐκ ὂν οὐδὲ ὑπάρχον ὅλως εἰς ἀρχὰς τοῦ εἶναι παραγαγεῖν.