Ancient Greek · ~7 min
Book 2
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 2.27
Not analysed yet
Τίνα δὲ τρόπον δημιουργεῖ νῷ μὲν τῷ καθ' ἡμᾶς ἀνέφικτον ἰδεῖν, εἶναι δέ φημι καὶ πέρα λόγου παντός. Πῶς γὰρ ἄν τις φράσαι τὰ ὑπὲρ νοῦν; Ὑπερανεστήξει δέ, οἶμαι, τοσοῦτον τῶν καθ' ἡμᾶς τὰ τῆς ἀνωτάτω πασῶν οὐσίας εὑρήματα καὶ ἡ πρὸς πᾶν ὁτιοῦν τῶν πρακτέων ὁδός, ὅσονπερ αὐτῆς καὶ κατὰ φύσιν ἡττήμεθα. Ὅταν τοίνυν λέγῃ Μωσῆς· «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν», σύνες ὅτι συλλήβδην μὲν ὥσπερ καὶ ὡς ἐν βραχεῖ τὰ πάντα συνενεγκὼν τῆς ὅλης κτίσεως ἀφηγεῖται τὴν γένεσιν. Εἶτα πρόεισιν εὐτέχνως ἐπὶ τὸ χρῆναι λέγειν τίνα τε διεκοσμήθη τρόπον καὶ ὅπως ἕκαστα τῶν πεποιημένων τοῦθ' ὅπερ εἰσὶν εὖ μάλα διεκληρώσαντο. Λόγῳ τε μὴν τῷ πανσθενεστάτῳ δεδημιουργηκέναι φησὶν αὐτόν· Θεὸς γάρ ἐστι καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὁ τῶν ὅλων δημιουργὸς αὐτοῦ Λόγος. «Εἶπε γάρ, φησίν, ὁ Θεός· ‘Γενηθήτω στερέωμα’» καί μοι βλέπε παραχρῆμα τῇ τοῦ Λόγου δυνάμει πεπηγὸς τὸ στερέωμα, ὃ δὴ καὶ ἐκάλεσεν ‘οὐρανόν’. «Εἶπεν ὁ Θεός· ‘Ὀφθήτω ἡ ξηρά’», καὶ συνέθει τὸ ὕδωρ εἰς συναγωγὴν μίαν. Ἔφη τε πρὸς τούτοις ἥλιον γενέσθαι, καὶ γέγονε, σελήνην, ἄστρα, καὶ φῶς καὶ ζῷά τε χερσαῖα καὶ ἔνυδρα, πτηνά τε πρὸς τούτοις. Ὅτι δὲ καὶ αὐτὴ τῶν στοιχείων ἡ φύσις οἴκοθέν τε καὶ ἐξ ἑαυτῆς οὐκ ἂν ἔχοι τὸ δύνασθαι διαδρᾶναι τὴν φθοράν, δεῖται δὲ μᾶλλον τῆς τοῦ συνέχοντος αὐτὴν πρὸς τὸ εὖ εἶναι χειρός, ἐδίδαξεν εἰπὼν ὅτι· «Πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος»· ζωογονεῖ γὰρ τὰ πάντα τὸ Θεοῦ πνεῦμα, ζωὴ καὶ αὐτὸ κατὰ φύσιν ὑπάρχον, ὡς ἐκ ζωῆς τοῦ Πατρός, δεῖται δὲ τὰ πάντα αὐτοῦ, καὶ οὐκ ἂν ἑτέρως ἔχοι τὸ ἀκατάσειστον εἴς γε τὸ εἶναι τοῦθ' ὅπερ ἐστίν.