Ancient Greek · ~5 min
Book 2
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 2.28
Not analysed yet
Ὅρα δὴ οὖν, ὡς ἔφην, Λόγῳ πηγνύμενον τὸ στερέωμα, καὶ ἀνίσχουσαν τὴν ξηρὰν συναγηγερμένων τῶν ὑδάτων εἰς ἕν· ὅρα πόαις τε καὶ ξύλοις χλοηφοροῦσαν τὴν γῆν, καὶ σπερματικοὺς αὐτοῖς ἐνυπάρχοντας λόγους, ἵνα δι' αὐτῶν τὰ πρόσκαιρα τὴν τοῦ ἀϊδίως εἶναι παρακλέπτοντα δύναμιν διαμένῃ καὶ σῴζηται. Ἄθρει τοὺς ἐν τῷ στερεώματι φωστῆρας οὐκ ἐφ' ἑτέρῳ τινὶ παρὰ Θεοῦ γεγονότας, πλὴν ὅτι μόνον ἵνα φαίνωσι τοῖς ἐπὶ τῆς γῆς, κατασημαίνωσι δὲ καὶ καιροὺς καὶ ἡμέρας καὶ ἐνιαυτούς. Προστετάχθαι δέ φησι καὶ τὴν γῆν ζῴων ἀλόγων ἐκδοῦναι φύσιν, εἶδος ἑκάστῳ, καὶ τὸ πόσον καὶ τὸ ἐφ' ᾧπερ ἂν γένοιτο, διανέμοντος τοῦ Δημιουργοῦ. Ἐπεὶ δὲ ἐπεποίητο λοιπὸν ἐν κόσμῳ τὸ πᾶν, ἐλλελοίπει δὲ ὅλως ταῖς ἀνθρώπου χρείαις οὐδέν, τότε δή, τότε, τίνα καὶ αὐτὸς ἔσται τρόπον ὁ Δημιουργὸς ἐνενόει· οὐ γάρ τοι τοῖς ἄλλοις ἐν ἴσῳ κτίσμασι καὶ ἡ αὐτοῦ γένεσις ἀπεσχεδιάζετο. Ἐπειδὴ δὲ μέγα καὶ ἐξαίρετον, μᾶλλον δὲ τοῦ παντὸς ἐπέκεινα καὶ νοῦ καὶ λόγου καὶ θαύματος ἡ ὑπερτάτη νοεῖταί τε καί ἐστι φύσις, ἑαυτῇ τὸ ζῷον ἀφομοιοῦν, ὡς ἔνι, βεβούληται· ταύτητοι καὶ μάλα εἰκότως, ἵνα μή τι μικρὸν εἶναι δοκῇ καὶ κατερριμμένον, ἢ καὶ τῶν ἄλλων ζῴων ὀλίγα διενεγκεῖν τὸ κατ' εἰκόνα καὶ ὁμοίωσιν αὐτοῦ μέλλον ἔσεσθαι ζῷον, τουτέστιν ὁ ἄνθρωπος, οὐκ ἀκατάσκεπτον αὐτοῦ ποιεῖται τὴν γένεσιν.