Ancient Greek · ~5 min
Book 2
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 2.29
Not analysed yet
Καίτοι φαίη τις ἄν, καὶ οὐκ ἂν ἁμάρτοι τἀληθοῦς, ὡς οὐκ ἄν τι τὸν θεῖον διαλάθοι νοῦν· οἶδε δέ, οἶδε τὰ πάντα πρὶν γενέσεως αὐτῶν. Τί οὖν ἐσκέπτετο, καίτοι προεγνωκὼς τὴν ἀνθρώπου φύσιν; Οἰκονομικῶς, ὡς ἔφην, ὁ πανάριστος Μωσῆς οἰονεί πως καὶ προβουλίοις φησὶ τετιμῆσθαι τὸν ἄνθρωπον, οὐχ ἁπλῆν, ὡς ἂν εἴποι τις, καὶ κατ' οὐδὲν τῶν ἄλλων ἐξηλλαγμένην τὴν αὐτοῦ γένεσιν εἰσφέρων, ἀλλ' οἱονεί πως καὶ ἐν φροντίδι θεμένου τὸ χρῆμα τοῦ Θεοῦ. Καὶ ὑπερβολικὸς μὲν ὁ λόγος, ἔχοι δ' ἄν, οἶμαι, τὸ εὖ πεποιῆσθαι δοκεῖν, εἰ πάντων ἄριστον τῶν ἐπὶ γῆς ζῴων φαμὲν εἶναι τὸν ἄνθρωπον, πεποιῆσθαί τε καὶ κατ' εἰκόνα τοῦ κτίσαντος. Ὅτι δὲ τοῖς πανσθενεστάτοις τοῦ Θεοῦ νεύμασι παρεκομίσθη πρὸς ὕπαρξιν ἡ σύμπασα κτίσις, χαλεπὸν οὐδέν, ὥς γε οἶμαι, διαμαθεῖν καὶ ἐξ ὧν γεγράφασιν οἱ τῆς αὐτοῦ δεισιδαιμονίας διδάσκαλοι· ἐδόκει γὰρ ἅπασι καὶ φρονεῖν καὶ λέγειν συλλήβδην ἅπαντα δεδημιουργῆσθαι παρ' αὐτοῦ, νοητά τε καὶ αἰσθητά, ἀόρατα καὶ ὁρώμενα. Συνωμολογήκασι γὰρ ὅτι περὶ τὸν ἁπάντων Βασιλέα καὶ Κύριον πάντα ἐστί· καὶ δὴ καὶ εἰπεῖν ὁ Πλάτων διατείνεται· «Θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργὸς πατήρ τε ἔργων.» Ἤδη μὲν οὖν τὰς Ἑλλήνων παρηγάγομεν χρήσεις, τὰς ἐπί γε τούτοις φημί, καὶ παρήσω μὲν τὸ ταὐτοεπεῖν, διαμεμνήσομαι δὲ τῶν Ἑρμοῦ τοῦ Τρισμεγίστου λόγων.