Ancient Greek · ~5 min
Book 2
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 2.30
Not analysed yet
Ἔφη γὰρ οὗτος ἐν τῷ ‘Πρὸς Ἀσκληπιόν’· «Καὶ εἶπε, φησίν, Ὄσιρις· ‘Εἶτα, ὦ μέγιστε ἀγαθὸς δαίμων, πῶς ὅλη ἡ γῆ ἐφάνη;’ Καὶ εἶπεν ὁ μέγας ἀγαθὸς δαίμων· ‘Κατὰ τάξιν καὶ ἀναξήρανσιν, ὡς εἶπον, καὶ τῶν πολλῶν ὑδάτων κελευσθέντων ἀπὸ τοῦ Κυρίου εἰς ἑαυτὰ ἀναχωρῆσαι ἐφάνη ὅλη ἡ γῆ ἔμπηλος καὶ τρέμουσα· ἡλίου λοιπὸν ἀναλάμψαντος καὶ ἀδιαλείπτως διακαίοντος καὶ ξηραίνοντος, ἡ γῆ ἐστηρίζετο ἐν τοῖς ὕδασιν, ἐμπεριεχομένη ὑπὸ τοῦ ὕδατος’.» Καὶ μὴν καὶ ἑτέρωθι· «Ὁ πάντων Δημιουργὸς καὶ Κύριος ἐφώνησεν οὕτως· ‘Ἔστω γῆ, καὶ φανήτω στερέωμα’, καὶ εὐθέως ἀρχὴ τῆς δημιουργίας γῆ ἐγένετο.» Καὶ ταυτὶ μὲν περὶ τῆς γῆς· ἡλίου δὲ πέρι πάλιν ὧδέ φησι· «Καὶ εἶπεν Ὄσιρις. ‘Ὦ Τρισμέγιστε ἀγαθὸς δαίμων, πόθεν ἀνεφάνη ὁ μέγας οὗτος ἥλιος;’ Καὶ εἶπεν· ‘Ὄσιρι, ἡλίου γένεσιν βούλει ἡμᾶς καταλέξαι πόθεν ἐφάνη; Ἐφάνη προνοίᾳ τοῦ πάντων Δεσπότου. Ἔστι δὲ ἡ γένεσις τοῦ ἡλίου ἀπὸ τοῦ πάντων Δεσπότου διὰ τοῦ ἁγίου καὶ δημιουργικοῦ Λόγου αὐτοῦ γενομένη’.» Ὁμοίως καὶ αὐτὸς ἐν τῷ ‘Πρὸς τὸν Τὰτ διεξοδικῷ λόγῳ’ πρώτῳ φησίν. «Ὁ δὲ πάντων Κύριος εὐθέως ἐφώνησε τῷ ἑαυτοῦ ἁγίῳ καὶ νοητῷ καὶ δημιουργικῷ Λόγῳ· ‘Ἔστω ἥλιος’· καὶ ἅμα τῷ φάναι τὸ πῦρ τὸ φύσεως ἀνωφεροῦς ἐχόμενον—λέγω δὴ τὸ ἄκρατον καὶ φωτεινώτατον καὶ δραστικώτερον καὶ γονιμώτερον—ἐπεσπάσατο ἡ Φύσις τῷ ἑαυτῆς πνεύματι καὶ ἤγειρεν εἰς ὕψος ἀπὸ ὕδατος.»