Ancient Greek · ~5 min
Book 2
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 2.4
Not analysed yet
Ποῦ γὰρ τὸ μυθῶδες πολὺ καὶ ἀσύφηλον καὶ παιδαριῶδες, ψυχρόν τε καὶ εἰκαιόβουλον, καὶ ἀσυνεσίας ἁπάσης ἔμπλεων, πλὴν ὅτι παρὰ μόνοις αὐτοῖς, οἳ πολυτρόπως τερατευσάμενοι καὶ εἰς πίστιν ἀληθείας ἀγαγεῖν ἐπιχειροῦσι τὸ ψεῦδος; Ἀκαλλὲς δὲ οὕτω παρ' αὐτοῖς ἐστι καὶ πολὺ ὡς καὶ αὐτοὺς τοὺς ἐξειλεγμένους, ἄριστά τε φιλοσοφεῖν τὰ παρ' ἑαυτοῖς εἰωθότας, τῆς τῶν ποιητῶν οὐκ ἐνθέου μᾶλλον ἀλλ' ἐκτόπου μανίας πλείστην μὲν ὅσην ποιήσασθαι τὴν καταβοήν, πρέπει δὲ ὅτι τῆς παρ' αὐτοῖς τερθρείας ἀποφοιτᾶν ἀναφανδὸν εἰπεῖν. Οὐ γάρ τοι προσίεται τὰ Ὁμήρου Πλάτων θεοὺς καὶ θεὰς εἰσκεκομικότος, τοῦτο μὲν ἐπ' ἀσελγείᾳ κατεγνωσμένους καὶ ταῖς ἐξ ἀνθρώπων πλεονεξίαις ἠδικημένους, τοῦτο δὲ καὶ κλάοντας, καὶ τεθνεώτων αὐτοῖς τῶν ἐκ γένους ἀσχάλλοντας, καὶ τὸ ‘ὤ μοι ἐγώ’ λέγοντας γυναικοπρεπῶς, διά τοι τὸ βούλεσθαι μὲν ἐξαρπάσαι θανάτου τινά, μὴ μὴν ἔτι δύνασθαι τοῦτο δρᾶν, ἀλλ' ἡττᾶσθαι Μοιρῶν καὶ Πεπρωμένῃ παραχωρεῖν, ὡς ἀλκιμωτέρᾳ δηλονότι καὶ αὐτοῦ τοῦ προὔχοντος τῶν ἄλλων θεῶν, ὃν δὴ καὶ ὕπατον καλοῦσι ‘Δία’. Ἀλλὰ γὰρ τὸ καὶ ἔτι δύνασθαι πλεῖστα λέγειν ἔν γε δὴ τούτῳ παρεὶς διὰ τὸ μὴ δοκεῖν ἀποφέρεσθαι τοῦ εἰκότος, ἐπὶ τὸν τῶν προκειμένων ἐπανήξω σκοπόν.