Ancient Greek · ~6 min
Book 2
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 2.36
Not analysed yet
Οὐκοῦν ἡ μὲν νοερὰ καὶ λογικὴ κτίσις, ἅτε δὴ καὶ ἐν λόγῳ μείζονι κειμένη παρὰ Θεῷ τῆς οὐκ οὔσης λογικῆς τε καὶ νοερᾶς, τὴν ἀμείνω δόξαν λαχοῦσα φαίνεται, τῇ τοῦ ‘θεοῦ’ κλήσει κεχρυσωμένη. Τῶν γε μὴν ἑτέρων κτισμάτων οὐδὲν τὸ παράπαν ὠνόμασται ‘θεός’. Ὅτι γὰρ οὔτε ζῷόν ἐστιν ὁ οὐρανὸς ἤγουν ὁ κόσμος ἁπλῶς, οὔτε μὴν ἔμψυχος ὅλως, κἂν εἰ μή τις ἕλοιτο λέγειν τῶν τελούντων ἐν ἡμῖν, ἀποχρὴ πρὸς ἔλεγχον καὶ δίχα τῶν ἄλλων οὕς φασιν εἶναι ‘σοφοὺς’ ὁ αὐτοῦ τοῦ Πλάτωνος φοιτητὴς Ἀριστοτέλης. Ἔφη γάρ, ὡς ἤδη φθάσαντες διϊσχυρισάμεθα, οὔτε ἔμψυχον ὅλον δι' ὅλου τὸν κόσμον οὔτε λογικὸν οὔτε νοερόν. Ὅτι μὲν τοίνυν ὅλον δι' ὅλου τὸν κόσμον, ἢ ὅ τί ποτέ ἐστι τόδε τὸ πᾶν (ἔφη γὰρ οὕτως αὐτός) οὔτε ἔμψυχον οὔτε μὴν νοερὸν εἶναι λέγειν ἐφίησιν αὐτῷ τῆς ἀληθείας ἡ δύναμις, οἴκοθεν, ὡς ἔφην, καὶ παρά γε τῶν οἰκειοτάτων ὅ τι μάλιστα αὐτῷ, διαρκεστάτην ἔχει τὴν ἀντίστασιν. Τοῖς γε μὴν οὐκ οὖσιν ὅλως θεοῖς ἐμψύχοις ἢ νοεροῖς ὡς οὐκ ἂν ἔφη Θεὸς τὸ χρῆναι δημιουργεῖν, ἐκδείξειεν ἂν ἡμῖν ἡ αὐτοῦ τοῦ πράγματος φύσις, διὰ βασάνων ἰοῦσα συμμέτρων. Τί γὰρ ὅλως καθ' ἑαυτὸν ἐννενοηκὼς ὁ τῶν ὅλων Δημιουργὸς ἑτέροις θεοῖς ἐνεχείρισε τὸ χρῆναι πονεῖν περὶ τὴν τῶν τριῶν γενῶν δημιουργίαν; Ὀκνήσας ἄρα, φαῖεν ἄν, ἢ λόγου τὰ καθ' ἡμᾶς ἀξιώσας οὐδενός· εἶεν δ' ἄν, ὥς γε οἶμαι, ταυτὶ τῆς ἀνωτάτω πασῶν οὐσίας ἀλλότρια παντελῶς.