Ancient Greek · ~6 min
Book 2
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 2.37
Not analysed yet
Εἰ γάρ ἐστιν ἀγαθὸς ὁ Δημιουργός, πῶς ἂν αὐτῷ καὶ ὄκνος ἐγγένοιτό τις περί τινος ὅλως; οὕτω γάρ—αὐτός πού φησιν ὁ Πλάτων—’ἀγαθὸς ἦν, ἀγαθῷ δὲ φθόνος οὐδεὶς περὶ οὐδενὸς ἐγγίνεται’. Τό γε μὴν ἀπαξιῶσαι λέγειν αὐτὸν εἴη ἂν ἕτερον οὐδὲν ἢ τῦφον αὐτῷ προσνέμειν καὶ ὑπεροψίας καθορίσαι γραφήν. Πῶς δ' ἂν ἕλοιτο κρατεῖν ὧν ἀτιμάζει τὴν γένεσιν; Ἢ τίνα δὴ τρόπον ταῖς παρ' ἡμῶν λατρείαις ἐπιγάννυται, εἰ μηδὲ κτίζειν ὅλως ἠξίωσε τὴν ἀρχήν; Ὅτι δὲ καὶ τιμᾶσθαι βούλεται πρὸς ἡμῶν, καὶ τὸ εὐήνιον ἀπαιτεῖ, καὶ διὰ πάσης ἀρετῆς ἀφομοιοῦσθαι δεῖν ἑαυτῷ τὴν ἀνθρώπου φύσιν ἐθέλει, παραθείην μὲν ἄν, καὶ μάλα ῥᾳδίως, πλείστας τε ὅσας καὶ ἀληθεῖς μαρτυρίας τῆς θεοπνεύστου Γραφῆς. Ἐπειδὴ δὲ μᾶλλόν εἰσιν Ἰουλιανῷ πιστὰ τὰ αὐτοῦ, γεγραφέναι φημὶ Πορφύριον ἐν βιβλίῳ δευτέρῳ ‘Περὶ ἀποχῆς ἐμψύχων’ ὡδί· «Θύσωμεν τοίνυν καὶ ἡμεῖς, ἀλλὰ θύσωμεν ὡς προσήκει, Θεῷ μὲν τῷ ἐπὶ πᾶσιν, ὥς τις ἀνὴρ σοφὸς ἔφη, μηδὲν αἰσθητὸν μήτε θυμιῶντες μήτε ἐπονομάζοντες. Οὐδὲν γάρ ἐστιν ἔνυλον ὃ μὴ τῷ ἀνύλῳ εὐθὺς ἀκάθαρτον· διὸ οὐδὲ λόγος τούτῳ ὁ κατὰ φωνὴν οἰκεῖος, οὐδὲ ὁ ἔνδον, ὅταν πάθει ψυχῆς ᾖ μεμιασμένος, διὰ δὲ σιγῆς καθαρᾶς καὶ τῶν περὶ αὐτοῦ καθαρῶν ἐννοιῶν θρησκεύωμεν αὐτόν. Δεῖ δὲ ἄρα συναφθέντας καὶ ὁμοιωθέντας αὐτῷ τὴν ἑαυτῶν ἀγωγὴν θυσίαν ἱερὰν προσάγειν τῷ Θεῷ, τὴν αὐτὴν δὲ καὶ ὑμνοῦσαν καὶ ἡμῶν σωτηρίαν. Ἐν ἀπαθείᾳ ἄρα, τοῦ δὲ Θεοῦ θεωρίᾳ, ἡ θυσία αὕτη τελεῖται.»