Ancient Greek · ~6 min
Book 2
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 2.38
Not analysed yet
Τιμᾶσθαι δὴ οὖν πρὸς ἡμῶν ἐθέλει Θεός, καὶ δι' εὐαγοῦς πολιτείας ἀποσημήνασθαι πρὸς αὐτὸν νοερῶς, ταῖς ἰδίαις ψυχαῖς τὸ αὐτοῦ κάλλος ἐγγράφοντας. Εἶτα πῶς, εἰπέ μοι, ταυτὶ παρ' ἡμῶν αἰτεῖ, μονονουχὶ παραρρίψας ἡμᾶς ἑτέροις δημιουργοῖς καί, ἵν' οὕτως εἴπω, τῆς τοῖς ἄλλοις ἅπασι κτίσμασι δεδωρημένης αὐτουργίας ἀποστερῶν; Προνοεῖ δὲ ὅλως ἀνθ' ὅτου τῶν ἐπὶ τῆς γῆς, καίτοι, κατά γε τὸ Πλάτωνι δοκοῦν, ἄθυρμα θεοῖς δοθέντων ἑτέροις; Ὅτι γὰρ προνοεῖ, καὶ μέχρι τῶν εὐτελεστάτων διηκούσης τῆς παρ' αὐτοῦ φειδοῦς τε καὶ ἡμερότητος, διδάξει λέγων αὐτὸς ὁ εἰδὼς τὸν ἑαυτοῦ Πατέρα Θεόν· «Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται, καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ Πατρὸς ἡμῶν τοῦ ἐν τοῖς οὐρανοῖς;» Ἀλλ' ἴσως αὐτός, ὡς οὐκ οὖσαν ἀληθῆ, παραγράψεται τὴν φωνήν (θεομαχεῖ γὰρ ἐκτόπως), παραδέξεται δὲ τοὺς οἰκείους αὐτῷ γεγονότας, κατά γε τὸ πεπλανῆσθαί φημι. Γράφει τοίνυν Ἀλέξανδρος ὁ Ἀριστοτέλους μαθητὴς ἐν τῷ ‘Περὶ προνοίας’ οὕτω· «Τὸ δὲ λέγειν μὴ βούλεσθαι τὸν Θεὸν τῶν ἐνταῦθα προνοεῖν, παντελῶς ἀλλότριον Θεοῦ· φθόνου γάρ τινος καὶ παντάπασιν ἀτόπου φύσεως τὸ τὰ βελτίω μὴ ποιεῖν δυνάμενον. Ἐπειδὴ δὲ ἑκάτερον τούτων ἀλλότριον Θεοῦ, οὔτ' ἂν ἄμφω εἴη περὶ αὐτὸν οὔτε θἄτερον. Λείπεται τοίνυν τὸ καὶ δύνασθαι καὶ βούλεσθαι προνοεῖν τὸ θεῖον τῶν ἐνταῦθα· εἰ δὲ βούλεταί τε καὶ δύναται, δῆλον ὡς καὶ προνοεῖ· οὐδὲν ἄρα οὐδὲ τῶν τυχόντων εὔλογον χωρὶς τῆς θείας γενέσθαι γνώμης τε καὶ βουλήσεως.»