Ancient Greek · ~6 min
Book 2
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 2.39
Not analysed yet
Ταύτης δὲ τῆς δόξης φασὶ μὲν εἶναί τινες καὶ Πλάτωνα, φανερῶς δὲ Ζήνων τε ὁ Κιτιεὺς καὶ οἱ ἀπὸ τῆς Στοᾶς πρεσβεύουσι τὸ δόγμα τοῦτο. Ὅτι μὲν οὖν καὶ τῶν καθ' ἡμᾶς ποιεῖται πρόνοιαν ὁ ἀνωτάτω καὶ φύσει τε καὶ μόνος τῶν ὅλων Θεός, μεμαρτυρήκασι καὶ αὐτοί. «Εἶτα τί τὸ χρῆμα, φαίη τις ἄν;» Καίτοι τοῦ προνοεῖν ἀξιοῦντος ἦν, οὐ τοῦ πάντων ἀρίστου τὸ γένος ἀποστερεῖν τὸ ἀνθρώπινον, τοῦτο δέ ἐστι τὸ παρ' αὐτοῦ γενέσθαι μᾶλλον καὶ μὴ γενητούς τινας καὶ θύραθεν ἔχοντας ψιλὴν καὶ μόνην τὴν τοῦ Θεοῦ κλῆσιν λαχεῖν τοὺς δημιουργούς, εἰ καὶ ὅ τι μάλιστα καὶ αὐτῆς τῆς θείας καταστρατεύσεται δόξης τὸ καὶ ἑτέρους οἴεσθαι δημιουργεῖν δύνασθαι καὶ καλεῖν εἰς ὕπαρξιν τὰ οὐκ ὄντα ποτέ· οὐ γάρ τοι θέμις εἰπεῖν τὰ τῆς θείας καὶ ἀπορρήτου φύσεως ἴδια καὶ ἐξαίρετα φυσικῶς ἐνεῖναι δύνασθαί τισι τῶν παρ' αὐτῆς γεγονότων. Ἁρμόσει δὲ μᾶλλον αὐτῇ τε καὶ μόνῃ καὶ πρὸς εὐκλείας ἔσται τῆς ἀνωτάτω τὸ χρῆμα αὐτῇ· ἀνέμβατα γὰρ τῇ κτίσει, καθάπερ ἔφην ἀρτίως, τὰ μόνης καὶ ἰδικῶς τῆς ἀνωτάτω πασῶν οὐσίας. Ἓν δὲ δὴ τῶν τοιούτων εἶναί φαμεν καὶ τὸ ἐνεργεῖν δύνασθαι δημιουργικῶς καὶ παρακομίζειν εἰς ὕπαρξιν τὰ οὐκ ὄντα ποτέ. Εἶτα πῶς γενετὴ καὶ πεποιημένη φύσις, ᾗ καὶ τὸ φθείρεσθαι δεῖν πάντη τε καὶ πάντως ἕποιτο ἄν, κατά γέ φημι τοὺς ἐνόντας τῇ φύσει λόγους, ἐνεργήσειε ἂν τὰ τοῦ Θεοῦ;