Ancient Greek · ~5 min
Book 2
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 2.40
Not analysed yet
Εἰ μὲν γὰρ ὡς ἐπιστήμης νοεῖται τρόπος ἐν Θεῷ τὸ δημιουργεῖν, οὐχὶ πέρα λόγου δοίη τις ἂν τὸ δεδόσθαι παρ' αὐτοῦ τῇ κτίσει τὸ εἰδέναι δημιουργεῖν, ἐπεί τοι καὶ ἡμεῖς αὐτοὶ δημιουργοῦμεν ἔσθ' ὅτε τινά, ὕλην ἔχοντες τὴν ὑποκειμένην καὶ εὐτεχνίᾳ τῇ περὶ ταῦτα χρώμενοι· εἰ δὲ φύσεως, ὡς ἔφην, μεγαλοπρεποῦς ἐνέργειά τε καὶ δύναμις, καὶ τῶν τῆς κτίσεως ἐπέκεινα μέτρων τὸ δημιουργεῖν ἐστι θεοπρεπῶς, τί τὸ τῆς ἀνωτάτω φύσεως ἀξίωμα κατασύρουσι καὶ τοῖς ἐν γενέσει καὶ φθορᾷ δωροῦνται κατὰ τὸ αὐτοῖς δοκοῦν; Εἶτά τι τῶν ἀναγκαίων οἴονται νοεῖν, μᾶλλον δὲ τὰς θείας συκοφαντοῦσι φωνάς· ἐπιτρέψαι γάρ φασι τὸν ἀγένητον τοῖς γενητοῖς τὰ αὐτοῦ καὶ μόνου δύνασθαι πληροῦν. «Ἀλλὰ ναί, φασίν, ἦν γὰρ δήπου καὶ ἀναγκαῖον, εἰ παρὰ Θεοῦ γένοιτό τι, τοῦτο δὴ πάντως κρεῖττον εἶναι τοῦ τεθνάναι καὶ φθείρεσθαι.» Εἶτα, ὦ βέλτιστοι, διεφθόνησεν ἄρα τισὶν ὁ Δημιουργός, καὶ οὐκ ἐφῆκεν αὐτοῖς τοῦ καλλίστου μεταλαχεῖν, ἐνῆκε δὲ ὥσπερ τοῖς χείροσι, διὰ τοῦ μὴ ἀνασχέσθαι δημιουργεῖν αὐτά. Δέδιεν ἄρα τὴν ἀνάγκην οὐκ ἐφιεῖσαν αὐτῷ τὸ ποιεῖν δύνασθαι θνητά, ἢ τάχα που καὶ ἠγνόησεν ὅλως. Εἰ μὲν οὖν ἠγνοηκέναι φασὶν αὐτόν, οἶδεν αὐτοῦ τι πλέον ἡ κτίσις· κτίζει γάρ, ὡς αὐτοί φασι, τὰ ὑπὸ φθοράν. Εἰ δὲ δὴ τοῦτο παρέντες εἰδέναι διαβεβαιώσονται, πῶς ἀγαθοῦ τὸ μὴ δρᾶν ὅπερ οἶδεν ὑπάρχον ἀγαθόν; ἄμεινον δὲ δήπου τοῦ θνητοῦ τὸ ἀθάνατον.