Ancient Greek · ~5 min
Book 2
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 2.5
Not analysed yet
Ἑλλήνων ἐστὶ τὸ μυθῶδες, καὶ αὐτοὶ τὴν τερατολογίαν εἰς πίστιν ἀληθείας οὐκ ἐξ ἁπλῶν ἐννοιῶν, ἀνοσίως δὲ μᾶλλον καὶ φιλοκακούργως ἐξηυρημένων, ἐπενεγκεῖν ἐσπούδασαν καὶ κατὰ τῆς ἀρρήτου δόξης τοῦ πάντων κρατοῦντος Θεοῦ τὸ κακόηθες ‘πλάσμα’ συντεθείκασι, καὶ ὥσπερ τινὰ παγὴν ταῖς τῶν ἁπλουστέρων ψυχαῖς τὴν ‘σκευωρίαν’ ἐστήσαντο. Ἐπλάνησαν γὰρ τοὺς ἀνὰ πᾶσαν τὴν γῆν, θεὸν εἶναι λέγοντες τὸν οὐρανὸν καὶ τὰ ἕτερα τῶν στοιχείων. Καί, ὡς ὁ πάνσοφος γράφει Παῦλος, «φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, καὶ ἠλλάξαντο τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν». Ἵνα δὲ καὶ ταῖς αὐτοῦ παραχωρῶμεν ἐννοίαις, οὐχ ἑτέροις μᾶλλον ἐπαφιέντες τὸ εἰρημένον ἀλλὰ καὶ τοῖς ἁγίοις ἀποστόλοις ἐῶντες ἐπιπηδᾶν, ἤγουν καθάπαξ αὐτῷ τε τῷ πανσόφῳ Μωσεῖ καὶ τοῖς ἁγίοις προφήταις, ἡκέτω, δεικνύτω σαφῶς τί τὸ ‘πλάσμα τὸ κακούργως συντεθέν’, ποίαν δὲ εἶναί φησι ‘τὴν τερατολογίαν’, καὶ τί τὸ ‘φιλόμυθον καὶ παιδαριῶδες’ τῆς τῶν Χριστιανῶν θρησκείας. Ἆρα μύθους ἡμῖν συγγέγραφεν ὁ Μωσῆς ἕνα τὸν φύσει καὶ ἀληθῶς εἶναι Θεὸν λέγων, ἀγέννητον, ἀΐδιον, ἄφθαρτον, ἄποσον, ἀόρατον, ἀναλλοίωτον, ἀναφῆ, ζωὴν καὶ ζωοποιόν, σοφίαν, δύναμιν, γενεσιουργόν, βασιλέα, Κύριον τῶν ὅλων; Ἆρα διημάρτηκε τἀληθοῦς τῶν ἁγίων προφητῶν ὁ λόγος, τῶν μωσαϊκῶν δογμάτων κατ' ἴχνος ἰέναι διεσπουδακώς; Ἆρα τῶν ἁγίων ἀποστόλων ἑτεροτρόπως ἔχουσαν τὴν διδασκαλίαν εὑρήσομεν; Οὐ μὲν οὖν.