Ancient Greek · ~6 min
Book 2
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 2.41
Not analysed yet
Εἶτα πρὸς τούτοις οὐκ ἀμαθὲς οἶμαί που, μᾶλλον δὲ σοφόν, κἀκεῖνο εἰπεῖν. Τοὺς γάρ τοι θεοὺς οἷς ἐπιτρέψαι φασὶ τὸν τῶν ὅλων Βασιλέα καὶ Κύριον τὸ δημιουργεῖν οὐκ ἀθανάτους εἶναί φασιν, ἀλλὰ συνδεθέντας καὶ λυομένους καὶ ἔξω τοῦ φθείρεσθαι μένοντας τέως, ἐν τούτοις αὐτοὺς ἐθέλοντος εἶναι Θεοῦ. Ὅτε τοίνυν κατ' ἰδίαν φύσιν ἄφθαρτον ἢ ἀθάνατον ἢ ἄλυτον οὐδέν, πῶς οὐκ ἂν εἶεν ἀμαθεῖς οὐκ ἀνασχέσθαι λέγοντες τὸν τῶν ὅλων Θεὸν τὰ τρία θνητὰ δημιουργῆσαι γένη, παραδοῦναι δὲ μᾶλλον ἑτέροις τοῦτο δρᾶν; Ἀλλὰ γὰρ τὸν Ἑλλήνων ἀφέντες λῆρόν φαμεν ὅτι τὸ ἐν κτίσει ποικίλον καὶ πολυειδὲς καὶ τὸ ἄλλως ἄλλο καὶ οὐ ταὐτὸν ὡς ἐν γένει τε καὶ εἴδει πεποίηκεν ὁ Δημιουργός, ἐξουσίᾳ χρώμενος τῇ θεοπρεπεστάτῃ. Ἀθάνατον μὲν γάρ, ὡς ἔφην, ἢ ἄλυτον οὐδέν· ἡ δὲ ἐφ' ἑκάστῳ τῶν πεποιημένων τοῦ Θεοῦ βούλησις, τοῦτο φύσις αὐτῷ, καθικνεῖται δὲ παντὸς ὄκνου δίχα καὶ μέχρι τῶν καθ' ἡμᾶς· εἷς γάρ ἐστι καὶ μόνος, οὐ παρ' ἑτέρου τοῦτο μαθών· οὐ γὰρ ἐπιστήμης εἶδος τὸ χρῆμά ἐστιν, ἀλλὰ φύσεως τῆς αὐτοῦ πλεονέκτημα θεοπρεπές, αὐτῇ τε καὶ μόνῃ προσπεφυκός, καθάπερ ἀμέλει καὶ τὰ ἕτερα τῶν ἀξιωμάτων, ἃ βάσιμα μὲν ἥκιστά γε τοῖς γενητοῖς ἐστιν, ἐκνενέμηται δέ, ὡς ἔφην, αὐτῇ τε καὶ μόνῃ φυσικῶς. Ὅτι δέ ἐστι τῶν ἄγαν ἐκτοπωτάτων ἑτέροις ἡμᾶς ἀναθεῖναι θεοῖς τῆς δημιουργίας τὴν ἐνέργειαν, ἀφιστῶντας αὐτὴν τοῦ Θεοῦ τοῦ κατὰ φύσιν καὶ ἀληθῶς, κἀκ τῶν αὐτοῦ διδασκάλων κατίδοι τις ἄν.