Ancient Greek · ~8 min
Book 2
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 2.42
Not analysed yet
Γράφει γὰρ οὕτως Ἀσκληπιῷ ὁ ἐπίκλην Τρισμέγιστος Ἑρμῆς περὶ τῆς τοῦ παντὸς φύσεως· «Εἰ τοίνυν δύο ὡμολόγηται τὰ ὄντα, τό τε γινόμενον καὶ τὸ ποιοῦν, ἕν ἐστι τῇ ἑνώσει, τὸ μὲν προηγούμενον, τὸ δὲ ἑπόμενον· προηγούμενον μὲν ὁ ποιῶν Θεός, ἑπόμενον δὲ τὸ γινόμενον, ὅ τι ἂν ᾖ. Καὶ μὴ διὰ τὴν ποικιλίαν τῶν γινομένων φυλάξῃ, φοβούμενος ταπεινότητα καὶ ἀδοξίαν Θεῷ περιάψαι· μία γὰρ αὐτῷ ἐστι δόξα τὸ ποιεῖν πάντα, καὶ τοῦτό ἐστι τὸ τοῦ Θεοῦ ὥσπερ τὸ σῶμα ἡ ποίησις. Αὐτῷ δὲ τῷ ποιοῦντι οὐδὲν κακὸν οὐδὲ αἰσχρὸν νομιζόμενον. Ταῦτα γάρ ἐστι τὰ πάθη τὰ τῇ γενέσει παρεπόμενα, ὥσπερ ὁ ἰὸς τῷ χαλκῷ καὶ ὁ ῥύπος τῷ σώματι· ἀλλ' οὔτε ὁ χαλκουργὸς τὸν ἰὸν ἐποίησεν οὔτε τὸν ῥύπον οἱ γεννήσαντες.» Καὶ μεθ' ἕτερα πάλιν διὰ θερμοτέρων ἔρχεται λόγων, ἐναργὲς παράδειγμα τιθείς, καί φησιν· «Εἶτα τῷ μὲν αὐτῷ ζωγράφῳ ἔξεστι καὶ οὐρανὸν ποιῆσαι καὶ γῆν καὶ θάλασσαν καὶ θεοὺς καὶ ἀνθρώπους καὶ πάντα τὰ ἄλογα καὶ ἄψυχα, τῷ δὲ Θεῷ οὐ δυνατὸν πάντα ποιεῖν; Ὦ πολλῆς ἀνοίας καὶ ἀγνωσίας τῆς περὶ τὸν Θεόν. Τὸ γὰρ πάντων δεινότατον πάσχουσιν οἱ τοιοῦτοι· τὸν γὰρ Θεὸν φάσκοντες εὐσεβεῖν τε καὶ εὐλογεῖν, τῷ μὴ τὴν πάντων ποίησιν ἀνατιθέναι αὐτῷ οὐδὲ τὸν Θεὸν ἴσασι· πρὸς δὲ τῷ μὴ εἰδέναι, καὶ τὰ μέγιστα εἰς αὐτὸν ἀσεβοῦσι, πάθος αὐτῷ περιτιθέντες ὑπεροψίαν ἢ ἀδυναμίαν. Εἰ γὰρ μὴ πάντα ποιεῖ, ὑπερηφανῶν οὐ ποιεῖ ἢ μὴ δυνάμενος, ὅπερ ἐστὶν ἀσεβές· ὁ γὰρ Θεὸς ἓν μόνον ἔχει πάθος, τὸ ἀγαθόν, ὁ δὲ ἀγαθὸς οὔτε ὑπερήφανος οὔτε ἀδύνατος. Τοῦτο γάρ ἐστιν ὁ Θεός, τὸ ἀγαθόν, ἡ πᾶσα δύναμις ποιεῖν πάντα. Τὸ δὲ γενητὸν ὑπὸ τοῦ ἀγαθοῦ καὶ τοῦ πάντα δυναμένου ποιεῖν γίνεται. Εἰ δὲ πῶς μὲν αὐτὸς ποιεῖ, πῶς δὲ τὰ γινόμενα γίνεται βούλει μαθεῖν, ἔξεστί σοι· ἴδε εἰκόνα καλλίστην καὶ ὁμοιοτάτην, γεωργὸν σπέρμα καταβάλλοντα εἰς τὴν γῆν, ὅπου μὲν πυρόν, ὅπου δὲ κριθήν, ὅπου δὲ ἄλλο τι τῶν σπερμάτων· ἴδε τὸν αὐτὸν ἄμπελον φυτεύοντα καὶ μηλέαν καὶ τἄλλα τῶν δένδρων· οὕτω καὶ ὁ Θεὸς ἐν μὲν οὐρανῷ ἀθανασίαν σπείρει, ἐν δὲ γῇ μεταβολήν, ἐν δὲ τῷ παντὶ ζωὴν καὶ κίνησιν.»