Ancient Greek · ~6 min
Book 2
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 2.43
Not analysed yet
Καὶ ταυτὶ μὲν οἱ πάλαι τῶν παρ' Ἕλλησι σοφῶν οὐκ ἄσημοι γεγονότες πεφρονήκασί τε αὐτοί, καὶ μὴν καὶ ἑτέρους ἑλέσθαι φρονεῖν ἠξίουν. Ὅ γε μὴν ἐπιεικὴς καὶ ἀτιμάγελος οὑτοσὶ ταῖς τῶν ἄλλων δόξαις ἐρρῶσθαι φράσας μόνων ἡττᾶται τῶν τοῦ Πλάτωνος λόγων, καὶ δὴ διατρανοῦν πειρᾶται, καθάπερ οὖν οἴεται, σοφῶς, ἣν ἐκ προσώπου Θεοῦ πεποιῆσθαί φησι δημηγορίαν αὐτῷ, καί φησιν· ΙΟΥΛΙΑΝΟΣ Ἀλλ' ἆρα μὴ τοῦτο ὄναρ ἐστίν, ἐννοήσαντες αὐτὸ μάθετε. ‘Θεοὺς’ ὀνομάζει Πλάτων τοὺς ἐμφανεῖς ἥλιον καὶ σελήνην, ἄστρα καὶ οὐρανόν, ἀλλ' οὗτοι τῶν ἀφανῶν εἰσιν εἰκόνες· ὁ φαινόμενος τοῖς ὀφθαλμοῖς ἡμῶν ἥλιος τοῦ νοητοῦ καὶ μὴ φαινομένου, καὶ πάλιν ἡ φαινομένη τοῖς ὀφθαλμοῖς ἡμῶν σελήνη καὶ τῶν ἄστρων ἕκαστον εἰκόνες εἰσὶ τῶν νοητῶν. Ἐκείνους οὖν τοὺς ἀφανεῖς θεοὺς ἐνυπάρχοντας καὶ συνυπάρχοντας καὶ ἐξ αὐτοῦ τοῦ Δημιουργοῦ γεννηθέντας καὶ προελθόντας ὁ Πλάτων οἶδεν· εἰκότως οὖν φησιν ὁ Δημιουργὸς ὁ παρ' αὐτῷ ‘θεοὶ’ πρὸς τοὺς ἀφανεῖς λέγων, ‘θεῶν’ τῶν ἐμφανῶν δηλονότι. Κοινὸς δὲ ἀμφοτέρων Δημιουργὸς οὗτός ἐστιν ὁ τεχνησάμενος οὐρανὸν καὶ γῆν καὶ θάλασσαν, καὶ ἄστρα, γεννήσας ἐν τοῖς νοητοῖς τὰ τούτων ἀρχέτυπα. Σκόπει οὖν ὅτι καὶ τὰ ἐπὶ τούτοις καλῶς· «λείπει γάρ, φησί, τρία θνητὰ γένη», δηλονότι τὸ τῶν ἀνθρώπων, καὶ τὸ τῶν ζῴων, καὶ τὸ τῶν φυτῶν· τούτων γὰρ ἕκαστον ἰδίοις ὥρισται λόγοις· «εἰ μὲν οὖν, φησί, καὶ τούτων ἕκαστον ὑπ' ἐμοῦ γένοιτο, παντάπασιν ἀναγκαῖον ἀθάνατον αὐτὸ γενέσθαι.» Καὶ γὰρ τοῖς θεοῖς οὐδὲν ἄλλο τῆς ἀθανασίας αἴτιον καὶ τῷ φαινομένῳ κόσμῳ ἢ τὸ ὑπὸ τοῦ Δημιουργοῦ γενέσθαι.