Ancient Greek · ~5 min
Book 2
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 2.44
Not analysed yet
Τί οὖν φησιν· «Ὁπόσον ἐστὶν ἀθάνατον, ἀναγκαῖόν ἐστιν ἐν τούτοις εἶναι παρὰ τοῦ Δημιουργοῦ δεδόσθαι»; τοῦτο δέ ἐστιν ἡ λογικὴ ψυχή· «τούτων οὖν τὰ εἴδη καὶ ὑμῶν ἐθελόντων σπείρας καὶ ὑπαρξάμενος ἐγὼ παραδώσω· τὸ δὲ λοιπὸν ὑμεῖς ἀθανάτῳ θνητὸν προσυφαίνετε;» Δῆλον οὖν ὅτι παραλαβόντες οἱ δημιουργοὶ θεοὶ παρὰ τοῦ σφῶν πατρὸς τὴν δημιουργικὴν δύναμιν ἀπεγέννησαν ἐπὶ τῆς γῆς τὰ θνητὰ τῶν ζῴων· εἰ γὰρ μηδὲν ἔμελλε διαφέρειν οὐρανὸς ἀνθρώπου, καὶ ναὶ μὰ Δία θηρίου καὶ τελευταῖον αὐτῶν τῶν ἑρπετῶν καὶ τῶν ἐν τῇ θαλάσσῃ νηχομένων ἰχθύων, ἔδει τὸν Δημιουργὸν ἕνα καὶ τὸν αὐτὸν εἶναι πάντων· εἰ δὲ πολὺ τὸ μέσον ἐστὶν ἀθανάτων καὶ θνητῶν, οὐδεμιᾷ προσθήκῃ μεῖζον οὐδὲ ἀφαιρέσει μειούμενον πρὸς τὰ θνητὰ καὶ ἐπίκηρα, αἴτιον εἶναι προσήκει τούτων μὲν ἄλλους, ἑτέρων δὲ ἑτέρους. ΚΥΡΙΛΛΟΣ Ἀλλ' ἔν γε δὴ τούτοις ὅτι τὰ πάντα συγχεῖ, φύρει τε ἀλλήλαις τῶν πραγμάτων τὰς φύσεις, κατιδεῖν ἔστι τοῖς ἐθέλουσι, καὶ μάλα ῥᾳδίως. Πρῶτον μὲν γὰρ τοὺς ἐμφανεστέρους τῶν θεῶν εἰκόνας εἶναί φησι τῶν ἀφανεστέρων, ἃ καὶ ‘νοητὰ’ καὶ ‘αἰσθητὰ’ καλεῖν ἐδόκει τῷ Πλάτωνι, ‘δοξαστὰ μετ' αἰσθήσεως’ ὀνομάζοντι τὰ ὁρώμενα. Ἔοικε δὲ διὰ τούτων ὁ γενναῖος ἡμῖν Ἰουλιανὸς τὰς ‘ἰδέας’ βούλεσθαι καταδηλοῦν, ἃς ποτὲ μὲν οὐσίας καὶ ὑφεστάναι καθ' ἑαυτὰς διϊσχυρίζεται Πλάτων, ποτὲ δὲ καὶ ἐννοίας Θεοῦ διορίζεται.