Ancient Greek · ~5 min
Book 2
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 2.45
Not analysed yet
Πλὴν ὅπωσπερ ἂν ἔχοι, καὶ τοῖς αὐτοῦ μαθηταῖς ἀπαράδεκτον εἶναί φασι τὸν ἐπὶ τῷδε λόγον οἱ ταῦτα τεχνῖται· «Τὰ γὰρ εἴδη χαιρέτω, φησὶν ὁ Ἀριστοτέλης· τερετίσματα γάρ ἐστι, καὶ εἰ ἔστιν, οὐδὲν πρὸς τὸν λόγον.» Ἀνθ' ὅτου δὴ οὖν αὐτὸς ἐμπεδοῦν ἀξιοῖ καὶ ὡς ἀκατάσκωπτον δόξαν εἰσκομίζειν ἐπιχειρεῖ τὸ καὶ τοῖς αὐτοῦ διδασκάλοις οὐκ εὖ ἔχειν ὑπειλημμένον; Εἶτα πρὸς τούτῳ καὶ ἕτερον αὐτοῦ λόγον οὐ μετρίως κατηρρωστηκότα τὸ ἀμαθὲς εὑρήσομεν· ἔφη γὰρ ὅτι «τοὺς νοητοὺς καὶ ἀφανεστέρους τῶν θεῶν ἐνυπάρχοντάς τε καὶ συνυπάρχοντας καὶ ἐξ αὐτοῦ γεννηθέντας τοῦ Δημιουργοῦ καὶ προελθόντας οἶδεν ὁ Πλάτων». Προσεπάγει δὲ ὅτι καὶ τῶν ἐμφανῶν καὶ τῶν νοητῶν δημιουργός ἐστιν ὁ τῶν ὅλων Θεός, ὁ γῆν καὶ οὐρανὸν τεχνησάμενος. Ὅτε τοίνυν, καθὰ καὶ αὐτὸς διωμολόγηκεν ἐναργῶς, τούτων τε κἀκείνων γενεσιουργός ἐστιν ὁ ἀγέννητος Θεός, πῶς ἐξ αὐτοῦ γεγενῆσθαί φησιν αὐτούς, συνυπάρχειν τε καὶ ἐνυπάρχειν αὐτῷ; Πῶς, εἰπέ μοι, τῷ ἀγεννήτῳ Θεῷ συνυπάρξει τὸ γεννητόν; Ἐνυπάρξει δὲ κατὰ ποῖον τρόπον; Ἡμεῖς μὲν γὰρ ἀγέννητον ὄντα τὸν τοῦ Θεοῦ Λόγον συνυπάρχειν ἀναγκαίως τῷ φύσαντι διϊσχυριζόμεθα καὶ ἐνυπάρχειν μὲν αὐτῷ, προελθεῖν δὲ γεννητῶς ἐξ αὐτοῦ. Ὁ δέ γε τῆς Πλάτωνος εὑρεσιεπείας συνήγορος ἀκριβὴς ἀγέννητον μὲν εἶναί φησι τὸν ἀνωτάτω Θεόν, ἐνυπάρχειν δὲ καὶ ἐξ αὐτοῦ γεννηθῆναι καὶ προελθεῖν τοὺς παρ' αὐτοῦ γεγονότας, τὰ πάντα κυκῶν καὶ συγχέων καὶ τὸ ἀκραιφνὲς εἰς θεοπτίαν τοῦ μηδενὸς ἀξιώσας λόγου.