Ancient Greek · ~5 min
Book 2
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 2.46
Not analysed yet
Φαίη δ' ἄν τις αὐτῷ τὸ ταῖς τῶν πολλῶν παρῳδούμενον γλώσσαις. «Χωρὶς τὰ Μυσῶν καὶ Φρυγῶν ὁρίσματα.» Ἄπαγε τῆς οὕτω ψυχρᾶς εἰκαιομυθίας, ἄνθρωπε· περὶ Θεοῦ σοι λόγος τοῦ πάντων ἐπέκεινα, καὶ σμικρὰ κομιδῇ περὶ τῆς αὐτοῦ δόξης ἁλίσκῃ πεφρονηκώς. Εἶτα γενεσιουργὸν αὐτὸς ἀποφήνας τῶν ὅλων καὶ μόνον ἀρκέσαντα πρὸς τὰ οὕτω λαμπρὰ καὶ ἀξιοθαύμαστα τῶν κτισμάτων, ἐπὶ τοῖς ἁπάντων μείοσι συλλαβέσθαι φησὶ θεοὺς ἑτέρους αὐτῷ καὶ συνεργάσασθαι πρὸς δημιουργίαν, οἳ καὶ φαῖεν ἂν ἴσως τῷ ἐπὶ πάντας Θεῷ· «Παρ' ἡμῶν ἔρανον συνάγαγε, καὶ τὰ τρία θνητὰ λείποντά τε τῷ παντὶ παρακόμιζε γένη· σοῦ γὰρ διδόντος ψυχήν, ἡμεῖς τὸ σῶμα προσθήσομεν, ἀθανάτῳ θνητὸν προσυφαίνοντες.» Ἀλλ' ἐρεῖ τάχα που καὶ συνασπίσει τοῖς οἰκείοις δόγμασιν ἐκεῖνο παρεντιθεὶς ὅτι τῶν ἐπιγείων σωμάτων τὴν φύσιν ἡ τῶν στοιχείων σύνοδος ἀπεργάζεται. Ἕπεται μὲν οὖν κἀν τούτῳ τοῖς ἑαυτοῦ καθηγηταῖς· φασὶ γὰρ δὴ καὶ Ἐμπεδοκλέα τὸν Μέτωνος οὕτω τε δοξάσαι καὶ μὴν καὶ ἑλέσθαι φρονεῖν· ἀρχὰς γὰρ εἶναί φησι τῶν ὄντων πῦρ, ἀέρα καὶ ὕδωρ καὶ γῆν, προσεπάγει δὲ τούτοις Φιλίαν τε καὶ Νεῖκος· Μέμνηται δὲ τούτων καὶ ὁ Πλωτῖνος ἐν τῷ ‘Περὶ τριῶν ἀρχικῶν ὑποστάσεων’, οὕτω τέ φησι· «Τῷ δὲ Ἐμπεδοκλεῖ τὸ μὲν Νεῖκος διαιρεῖ, ἡ δὲ Φιλία τὸ ἕν· ἀσώματον δὲ καὶ αὐτῷ τοῦτο, τὰ δὲ στοιχεῖα ὡς ὕλη.»