Ancient Greek · ~5 min
Book 2
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 2.47
Not analysed yet
Ὥστε καὶ εἴ τινα συνεισφέρει τοῖς ἐπιγείοις σώμασι τὴν παρ' ἑαυτῶν ὄνησιν τῶν στοιχείων ἡ σύνοδος, οὐκ ἀβασανίστως τὸ χρῆμα παραδεξόμεθα. Πολυπραγμονήσομεν γὰρ ἀναγκαίως τίνος αὐτοῖς τὸ συμβῆναι βραβεύοντος καὶ τὰ τῇ φύσει μαχόμενα συναγηγερκότος εἰς ἕν, καὶ οἱονεὶ τιθασσεύοντος ὥστε τὴν ἑκάστου δύναμιν οὐκ ἀσυμμιγῆ γενέσθαι ταῖς ἄλλαις, συννεῦσαι δὲ ὥσπερ ἀλλήλαις ἁπάσας εἰς ἑνὸς ὁτουοῦν ὕπαρξίν τε καὶ γένεσιν. Ἆρ' οὖν οὐχὶ τοῦ πάντων ἀριστοτέχνου Θεοῦ καὶ τόδε σαφῶς ἐκμηχανωμένου τοῖς ἐπιγείοις σώμασιν ἵνα μηδενὸς τῶν στοιχείων ἠμοιρηκότα τὴν ἀπ' αὐτῶν ὄνησιν ἔχοι; Φίλον γάρ πως τὸ συγγενές. Οὐκοῦν εἶεν ἂν οὐχ ἕτεροί τινες τῶν τριῶν γενῶν οἱ δημιουργοί, ἁπάντων δὲ μᾶλλον γενεσιουργὸς νοοῖτ' ἂν εἰκότως ὁ ἀνωτάτω καὶ μόνος καὶ πάντων ἀρχή, μεθ' ὃν ἐπέκεινα παντελῶς οὐδέν, πάντα δὲ μᾶλλον ὑπ' αὐτῷ τε καὶ δι' αὐτοῦ καὶ ὑπὸ πόδας, ὡς ἐκτισμένα. Χαίρειν δὲ αὐτὸν ἐπὶ τοῖς ἔργοις αὐτοῦ καὶ οἱ τῶν Ἑλλήνων ἰσχυρίζονται λόγοι, καὶ ἡμεῖς δέ φαμεν, ὁμολογούσης τοῦτο καὶ αὐτῆς τῆς θεοπνεύστου Γραφῆς. Ἡ γάρ τοι Σοφία φησίν· «Ἐγὼ ἤμην ᾗ προσέχαιρε, καθ' ἡμέραν δὲ ηὐφραινόμην ἐν προσώπῳ αὐτοῦ, ἐν παντὶ καιρῷ ὅτε εὐφραίνετο τὴν οἰκουμένην συντελέσας καὶ ἐνηυφραίνετο ἐν υἱοῖς ἀνθρώπων.» Εἶτα πῶς οὐκ ἄμεινον τοῖς ἰδίοις αὐτὸν μᾶλλον ἐπιγάννυσθαι καὶ οὐχὶ τοῖς ἑτέρων κτίσμασιν;