Ancient Greek · ~5 min
Book 2
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 2.6
Not analysed yet
Εἶτα πῶς ‘θεῖον μὲν ἔχειν οὐδὲν’ τὰ παρὰ τοῖς Γαλιλαίοις ἰσχυρίζεται, μύθους δὲ ἄλλως εἰκαίους καὶ τερατολογίας εἶναί φησι; Καίτοι τίς οὐκ ἂν συνομολογήσειεν ὡς οὐκ ἂν γένοιτό τι τὸ ἄμεινον ἀνθρώποις τοῦ διειδέναι καλῶς τε καὶ ἀπλανῶς τὸν ἕνα τε καὶ φύσει καὶ ἀληθῶς ὄντα τῶν ὅλων Δημιουργὸν καὶ Κύριον; Φαῖεν δ' ἂν οἶδ' ὅτι καὶ αὐτοὶ τὸ κάλλιστον καὶ ἐξαίρετον τῆς φιλοσοφίας μόριον εἶναί τε καὶ λέγεσθαι τὸ θεωρητικόν, δι' οὗ τοῖς κατιδεῖν ἰσχύουσι νουνεχέστερον γένοιτ' ἂν μόλις, καὶ κατά γε τὸ ἀνθρώποις ἐφικτόν, ἁλώσιμα τὰ περὶ Θεοῦ. Ἐπειδὴ δὲ πεπεῖσθαί φησιν αὐτός, διδασκέτω πόθεν ἢ παρὰ τίνων. Μὴ γὰρ δὴ μόνος αὐχείτω τοῦτο εἰδέναι· ἀλλ' εἰ μὲν αὐτὸς ἐπείσθη καθ' ἑαυτὸν καὶ τοῦτο ἀπόχρη πρὸς ἐντελεστάτην ἀπόδειξιν—ὡς γοῦν οἴεται καί φησι—τοῦ μὴ εὖ ἔχειν τὰ Χριστιανῶν, ὅτι μὲν λῆρος τὸ χρῆμα αὐτῷ παρήσω λέγειν· πλὴν ἐντρυφάτω μόνος τοῖς καθ' ἡμῶν, οὐ γάρ τοι οὕτω πολεμιωτάτῳ χρησόμεθα δικαστῇ. Εἰ δὲ δεῖν οἴεται τοὺς τῶν εὐθυνόντων λόγους, οὕπερ ἂν γένοιντο κατά τινων, ἀληθεῖς εἶναι καὶ οὐκ ἐψευσμένους, μὴ αὐτὸς ἑαυτὸν πεπεῖσθαι λεγέτω μόνος, ἀλλ' ἐλεγχέτω διὰ πραγμάτων. Ὅτι δὲ μᾶλλον ἑαυτὸν ἐν δίκῃ, καὶ οὐχ ἡμᾶς, ἐπὶ τῇ μυθοπλαστίᾳ γράψεται, καὶ οὐκ ἀνύποπτον ἔχει τὸ ἔγκλημα, δι' ὧν ἔφη πάλιν εἰσόμεθα. ΙΟΥΛΙΑΝΟΣ