Ancient Greek · ~22 min
Edition urn:cts:pta:pta0005.pta001.pta-grcBibex, Λόγος πρῶτος
Cyrillus Theol., De adoratione et cultu in spiritu et ueritate 11.1
Not analysed yet
Β. Ἐκ τοῦ τί δὴ φής; τῶν Σοδόμων οἰκήτορες εἰς τὰς παρὰ φύσιν ἡδονὰς ἀγρίως ἐξοιστρούμενοι καὶ ἀτιμάζοντες μὲν τὸν συνόδου νόμον, ὃν ἐπὶ παίδων γοναῖς ἡ φύσις ὡρίσατο, ὥραις δὲ ταῖς ἀρρένων ἐπιθηγόμενοι καὶ τί γὰρ οὐχὶ τῶν λίαν ἐκτοπωτάτων διαπεραίνοντες κατηρέθιζον εἰς ὀργὰς καὶ οἱονείπως κατεβιάζοντο πρὸς τὴν ἐπ’ αὐτοῖς ἰέναι δίκην, καίτοι φιλάνθρωπον ὄντα τὸν δημιουργόν. ἐπειδὴ δὲ τοῦ χρῆναι παθεῖν ἐπὶ θύραις ἦν ὁ καιρὸς δεδαπανημένης ὥσπερ τῆς ἐπ’ αὐτοῖς ἀνεξικακίας, εἰσέβαλλον ἐν Σοδόμοις οἱ τοῦτο πληρώσοντες. γέγραπται γὰρ οὕτως· ἦλθον δὲ οἱ δύο ἄγγελοι εἰς Σόδομα ἑσπέρας. Λὼτ δὲ ἐκάθητο παρὰ τὴν πύλην Σοδόμων. ἰδὼν δὲ Λὼτ ἐξανέστη εἰς συνάντησιν αὐτοῖς καὶ προσεκύνησε τῷ προσώπῳ ἐπὶ τὴν γῆν καὶ εἶπεν· ἰδού, κύριοι, ἐκκλίνατε εἰς τὸν οἶκον τοῦ παιδὸς ὑμῶν καὶ καταλύσατε καὶ νίψασθε τοὺς πόδας ὑμῶν καὶ ὀρθρίσαντες ἀπελεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν. καὶ εἶπαν· οὐχί, ἀλλ’ ἐν τῇ πλατείᾳ καταλύσομεν. καὶ κατεβιάζετο αὐτοὺς καὶ ἐξέκλιναν πρὸς αὐτόν, καὶ εἰσῆλθον εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἐποίησεν αὐτοῖς πότον καὶ ἀζύμους ἔπεψεν αὐτοῖς, καὶ ἔφαγον πρὸ τοῦ κοιμηθῆναι. Λὼτ μὲν γάρ, ἅτε δὴ καὶ ἐξ αἵματος ὑπάρχων Ἀβραὰμ καὶ τοῖς τῆς ὀρθότητος νόμοις ἐντεθραμμένος εὐσεβείας τε τῆς εἰς θεὸν οὐκ ἐν βραχεῖ λόγῳ πεφροντικώς, παρῴκει τὰ Σόδομα. ἦν δὲ ἐπ’ αὐτοῖς ἔπηλυς καὶ ξένος καὶ γένει καὶ τρόποις. τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου κατὰ τὸ γεγραμμένον; Κατευμεγεθήσας δὲ λίαν τῶν ἐπιχωρίων κακῶν καὶ τὴν αὐτῷ συνήθη τοῦ βίου διαστείχων ὁδὸν ἁγίων εἴχετο σπουδασμάτων καὶ τῆς φιλοξενίας τὸν νόμον ὅτι μάλιστα τιμῶν ταῖς τοῦ ἄστεως προσιζήσας εἰσβολαῖς τοὺς εἰστρέχοντας ἐν αὐταῖς προσίετο φιλοφρόνως θεοφιλὲς τὸ χρῆμα εἰδώς. ἐπειδὴ δὲ ἧκον οἱ τοῖς εἰς ἀσέλγειαν ἀχαλίνως ἐκλελυττηκόσι τὴν δίκην ἐποίσοντες, δυὰς δ’ ἦν ἀγγέλων, ὑπαντιάζει γοργῶς καὶ τῆς ἐνούσης αὐτῷ χρηστότητος μήνυσιν ἐναργῆ προαναφαίνει τὴν πρόσρησιν. προσκεκύνηκε γὰρ τῷ προσώπῳ ἐπὶ τὴν γῆν οἴκαδέ τε ἰέναι προτρέπει καὶ τοῖς τῆς ἀγάπης ἐνσπαταλῆσαι νόμοις. οἱ δὲ οὐχί, φασίν, ἀλλ’ ἐν τῇ πλατείᾳ καταλύσομεν, τὸ μὲν εἶναι ξένοι καὶ ἀνέστιοι διὰ τούτου κατασημαίνοντες, κατερεθίζοντες δὲ οἶμαί που πρὸς ἐντονωτέραν σπουδὴν τὸν φιλοξενεῖν ᾑρημένον, μόνον δὲ οὐχὶ καὶ ἀστείως ὑποσημαίνοντες, ὡς οὐκ ἂν αὐτοὺς μεθεῖτο πρεπόντως ἐρήμους ὄντας ἑστίας καὶ ἐν ταῖς τριόδοις ἐξερριμμένους· ὃ δὴ καὶ συνεὶς ὁ δίκαιος μειζόνως κατεβιάζετο καὶ οὐχ ἁρπαγμὸν τὴν παραίτησιν ὡς ἐξ ἀδρανοῦς καὶ ὑδαρεστέρας ἐποιεῖτο φρενός. οὐκοῦν εἰσοικίζεται μὲν αὐτούς, ἀζύμους τε ἄρτους παρετίθει καὶ πότον εἰργάζετο. ἀλλὰ ταυτὶ μὲν ὁ δίκαιος. Σοδομῖται δὲ γυμνὴν καὶ ἀσχήμονα νοσοῦντες ἡδονὴν τὸ τοῦ δικαίου δωμάτιον ἀνοσίως περιερχόμενοι καὶ τῆς εἰς ἄκρον ἡκούσης ἀναισχυντίας πεσόντες ἐπέκεινα, ἀνεῖσθαι μὲν σφίσι τὰ συνήθη δρᾶν ἠξίουν, εἶτα δέον ἑλέσθαι φιλοξενίαν ἀσελγείᾳ τῇ παρὰ φύσιν ἐβούλοντο κακοῦν. ἀφιστάντα δὲ αὐτοὺς τὸν Λὼτ τῶν οὕτως ἀγρίων καὶ βδελυρωτάτων ἐγχειρημάτων παραλύειν ἤθελον, ἥλω δ’ ἂν τάχα καὶ εἰς αὐτὸ τὸ παθεῖν, εἰ μὴ παρῆσαν οἱ σώζοντες. ἐκτείναντες, γάρ φησιν, οἱ ἄνδρες τὰς χεῖρας εἰσεσπάσαντο τὸν Λὼτ πρὸς ἑαυτοὺς εἰς τὸν οἶκον καὶ τὴν θύραν τοῦ οἴκου ἀπέκλεισαν. τοὺς δὲ ἄνδρας τοὺς ὄντας ἐπὶ τῆς θύρας τοῦ οἴκου ἐπάταξαν ἀορασίᾳ ἀπὸ μικροῦ ἕως μεγάλου καὶ παρελύθησαν ζητοῦντες τὴν θύραν. ἐκμεμέτρηται δὲ οὐκ ἔν γε τουτοισὶ μόνοις τὰ τῆς ἐπικουρίας αὐτῷ. γέγραπται δὲ πάλιν· ἡνίκα δὲ ὄρθρος ἐγένετο, ἐπεσπούδαζον οἱ ἄγγελοι τὸν Λὼτ λέγοντες· ἀναστὰς λάβε τὴν γυναῖκά σου καὶ τὰς δύο θυγατέρας, ἃς ἔχεις καὶ ἔξελθε, ἵνα μὴ καὶ σὺ συναπόλῃ ταῖς ἀνομίαις τῆς πόλεως. καὶ ἐταράχθησαν καὶ ἐκράτησαν οἱ ἄγγελοι τῆς χειρὸς αὐτοῦ καὶ τῆς χειρὸς τῆς γυναικὸς αὐτοῦ καὶ τῶν χειρῶν τῶν δύο θυγατέρων αὐτοῦ ἐν τῷ φείσασθαι κύριον αὐτοῦ. Ἔνδειγμα δή σοι τουτὶ καὶ σφόδρα τρανὲς τοῦ μὴ μόνοις ἡμᾶς παραθήγεσθαι λόγοις καὶ ταῖς εἰς νοῦν παρακλήσεσιν ἀποφοιτᾶν ἁμαρτίας, ἥκειν δὲ δὴ καὶ εἰς τοῦτο λοιπὸν ἡμερότητος τῆς εἰς ἡμᾶς τὸν τῶν ὅλων σωτῆρα θεὸν ὡς ἐνεργὸν ποιεῖσθαι τὴν ἐπικουρίαν κατά γε τὸ ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου καὶ ἐν τῇ βουλῇ σου ὡδήγησάς με. ἐπειδὴ γάρ ἐστιν οὐ λίαν εὐσθενὴς ἡ ἀνθρώπου φύσις οὔτε μὴν ἀποχρώντως ἔχουσα πρὸς τὸ διεκνεῦσαι δύνασθαι τοῦ κακοῦ, συναθλεῖ πως αὐτῇ πρὸς τοῦτο θεός. καὶ διττὴν ἀπονέμων ὁρᾶται τὴν χάριν· νουθεσίαις ἀναπείθων καὶ ἐπικουρίαν εὑρὼν καὶ ἀμείνω τιθεὶς τοῦ παρὰ πόδας τε καὶ τυραννοῦντος κακοῦ. ἴδοις δ’ ἂν ἀληθὲς κἀκεῖνο ὑπάρχον, ὡς ὀλίγοι μὲν κομιδῇ τῆς δικαιοσύνης οἱ ἐπιμεληταὶ καὶ πολλὴ κατὰ τὸν βίον ἡ σπάνις ἀνδρῶν ἀγαθῶν· ἄνδρα γὰρ πιστὸν ἔργον εὑρεῖν κατὰ τὸ γεγραμμένον. πλὴν ἀπόλεκτος ὁ τοιοῦτος καὶ φροντίδος τῆς ἄνωθεν οὐ παρέργως ἠξιωμένος. εἰ γάρ καὶ ἐστι κατὰ τὸν κόσμον ἀναμὶξ τοῖς ἄλλοις, ἀλλ’ οὐδὲν ἐντεῦθεν ὑπομένων τὸ βλάβος ὡς κρίνον ἐξ ἀκανθῶν ἁρπάζεται, καὶ οὐκ ἂν συναπόλοιτο δίκαιος μετὰ ἀσεβῶν κατὰ τὰς τῶν ἁγίων φωνάς. Β. Ἄραρεν οὖν, ὅτι φειδοῖ τῇ παρὰ θεοῦ καὶ ἁγίων ἀγγέλων συνδρομῇ καὶ τὴν ἐκ τῆς φαυλότητος πλεονεξίαν ἀπονιψόμεθα, καὶ τὸ μηδαμῆ μηδαμῶς ταῖς τῶν πονηρῶν ἐναλῶναι δίκαις ἀναμφιλόγως εὑρή σομεν θεῷ πιστεύοντες σαφῶς ἀνακεκραγότι δι’ ἑνὸς τῶν προφητῶν, ὅτι ἐγὼ κύριος ὁ θεός σου, ὁ κρατῶν τῆς δεξιᾶς σου, ὁ λέγων σοι· μὴ φοβοῦ, Ἰακώβ, ὀλιγοστὸς Ἰσραήλ, ἐγὼ ἐβοήθησά σοι, λέγει κύριος ὁ λυτρούμενός σε, Ἰσραήλ. Α. Ἢ γὰρ οὐχὶ συλλήπτορα τοῖς ἁγίοις ἐκδείξειεν ἂν τὸν πάντα ἰσχύοντα θεὸν τὸ ἀπηρτῆσθαι τὸν Λὼτ τῆς τῶν ἀγγέλων χειρός; θεοῦ γὰρ τύπος ἂν εἶεν οὗτοι. τρεῖς μὲν ἐν ἀρχῇ τῷ Ἀβραὰμ προσβαλόντες πρὸς τῇ δρυῒ τῇ Μαμβρῇ, δύο δὲ τοῖς Σοδόμοις ἐπιφοιτήσαντες. οὐδὲ γὰρ ὁ πατὴρ κρίνει οὐδένα κατὰ τὴν αὐτοῦ τοῦ σωτῆρος φωνήν, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκε τῷ υἱῷ· συνόντος αὐτῷ δηλονότι καὶ ἐνυπάρχοντος φυσικῶς τοῦ ἁγίου πνεύματος.