Ancient Greek · ~16 min
Edition urn:cts:pta:pta0005.pta001.pta-grcBibex, Λόγος πρῶτος
Cyrillus Theol., De adoratione et cultu in spiritu et ueritate 17.1
Not analysed yet
Β. Καὶ μὴν τοῦτό γέ ἐστιν οὐκ ἀσυμφανές· τὰ δ’ οὖν ἐφεξῆς διαπέραινέ μοι. Α. Τοὺς μὲν οὖν ἐξ Ἰσραὴλ δύσοιστος οἶμαί τις καὶ δριμὺς τῆς ἀρχαίας ἐλευθερίας εἰσέθει πόθος· ἀπονενευκότες δὲ ἤδη πρὸς τοῦτο δεινῶς κατηρέθιζον εἰς ὀργὰς τὸν τοῖς τῆς δουλείας ἐγκαταδέοντα ζυγοῖς. ἔργον δὲ εἶναι σχολῆς τὰς ἐπὶ τοιοῖσδε λέγων ἐπιθυμίας ἐγκατατείνεσθαι σφίσι τὸν ἐπὶ τοῖς ἔργοις ἱδρῶτα κελεύει τῆς μὲν ἐν ἔθει συντάξεως ἀνυπερθέ τως ἐξαιτουμένης, περιτεμνομένης δὲ ἀσυνήθως αὐτοῖς τῆς τῶν ἀχύρων διανομῆς· ἔφασκεν γάρ, ὅτι σχολάζετε, σχολασταί ἐστε, διὰ τοῦτο λέγετε, πορευθῶμεν καὶ θύσωμεν τῷ θεῷ ἡμῶν. νῦν οὖν πορευθέντες ἐργάζεσθε· τὸ γὰρ ἄχυρον οὐ δοθήσεται, καὶ τὴν σύνταξιν τῆς πλινθείας αὐτοὶ δώσετε. ἑ ώρων δὲ οἱ γραμματεῖς τῶν υἱῶν Ἰσραὴλ ἑαυτοὺς ἐν κακοῖς λέγοντες· οὐκ ἀπολείψετε ἀπὸ τῆς πλινθείας τὸ καθῆκον τῇ ἡμέρᾳ. συνήντησαν δὲ Μωσῇ καὶ Ἀαρὼν ἐρχομένοις εἰς συνάντησιν αὐτοῖς ἐκπορευομένων αὐτῶν ἀπὸ τοῦ Φαραὼ καὶ εἶπον αὐτοῖς· ἐπίδοι ὁ θεὸς ὑμᾶς καὶ κρίναι, ὅτι ἐβδελύξατε τὴν ὀσμὴν ἡμῶν ἐναντίον Φαραὼ καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ δοῦναι ῥομφαίαν εἰς τὰς χεῖρας αὐτοῦ ἀποκτεῖναι ἡμᾶς. Ἢ γάρ, ὦ φιλότης, οὐκ ἀτρεκὲς εἶναι φής, ὡς ἐπειδὰν ἕλοιτό τις τῆς τοῦ διαβόλου πλεονεξίας ἀπολύσασθαι τὸν ζυγὸν καὶ τὸ λαμπρὸν καὶ ἐλεύθερον τῆς εἰς θεὸν λατρείας ἀντανελέσθαι καύχημα σχολάσαι τε καὶ γνῶναι τὸν ἀληθῶς δεσπότην κατὰ τὸ ἐν ψαλμοῖς ὑμνούμενον· σχολάσατε καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ θεός, ἐγκαλέσει μὲν ἡμῖν ὡς ἀνόσιόν τι χρῆμα τὴν ἐπὶ τῷδε σχολὴν καὶ θέλησιν, κατεξανίσταται δὲ τοῖς ἄλλοις ὁμοῦ πονηροῖς τε καὶ ἀκαθάρτοις πνεύμασιν ὁ πάντων ἐχθρός, σαρκικῆς μὲν καὶ γεώδους ἀκαθαρσίας καὶ τῶν ἐν κόσμῳ περισπασμῶν ἀκαταλήκτως ἔχεσθαι κατὰ τὸ ἑκάστῳ σύνηθες ἐπαναγκάζων ἀγρίως, ἀπέχεσθαι δὲ τῆς ἐντριβοῦς φαυλότητος ἥκιστα μὲν ἐφιείς, δυσπόριστον δὲ καὶ τοῦτο τιθείς, ὡς ἂν μὴ τῷ λίαν ἑτοίμῳ διαπτύοιτό τε καὶ εἰς κόρον ἴοι τὸ κακόν; το υτὶ γὰρ οἶμαι καταδηλοῦν τὸ ἐξαιτεῖν μὲν εὐτόνως τῆς πλινθείας τὴν σύνταξιν, τὰ δὲ δι’ ὧν ἂν γένοιτο ῥᾳδίως ἀποστερεῖν, τοῦτ’ ἔστιν τὸ ἄχυρον. Πεφύκαμεν δέ πως, τότε δὴ μάλιστα προθυμότατά τε καὶ εὐσθενέστατα τὰ συνήθη ζητεῖν καὶ θερμοτέραις ἐπιθυμίαις ἐπ’ αὐτὰ καταφλέγεσθαι, ὅτε τι φαίνοιτο μεταξὺ τὸ ὡς ἐξ ἀνάγκης ἀποφέρον ἐπὶ τὸ μὴ δύνασθαι τυχεῖν. θείου δὲ δὴ νόμου τὸν ἀνθρώπινον νοῦν τὰ αἰσχίω μεταπαιδεύοντος πικρά τις εἰσδύνει τότε δὴ μάλιστα ποθὴ καλοῦσα πρὸς τὰ αὐτὰ καὶ μονονουχὶ τοῦ νομοθέτου καταβοᾶν ἀναπείθουσα· καὶ τοῦδε δὴ πάλιν ὡς ἐν σκιαῖς ἀπόδειξις οἱ γραμματεῖς τῶν υἱῶν Ἰσραὴλ ἐντρυχόμενοί τε τοῖς ἔργοις καὶ τὴν ἐπ’ αὐτὰ ῥᾳδίαν οὐχ ὁρῶντες ὁδόν· ἀχύρου γὰρ ἦσαν ἐν σπάνει, ἐπῃτιῶντο δὲ λίαν Μωσέα τε καὶ Ἀαρὼν τῆς ἐπενηνεγμένης αἰτίας αὐτοῖς πρόφασιν αὐτοὺς γενενῆσθαι λέγοντες καὶ δυσαχθεστέραν ἀνατλῆναι τῆς πλεονεξίας τὴν ἔφοδον οὐχ ἑτέρου του χάριν ἢ ὅτι δὴ μόνον ἐλευθερίας αὐτοὺς εἰσέδυ πόθος τοῖς παρ’ αὐτῶν λόγοις ἀναπεπεισμένους. Β. Οὐ γὰρ οἴει λέγειν τὰ εἰκότα καὶ ἀληθῆ; Α. Παντάπασι μὲν οὖν, ὦ Παλλάδιε· ἅμα γὰρ ἡμᾶς ἐπιθυμία χρηστὴ καὶ λογισμὸς ἀγαθὸς ἀνεσόβησε τυχὸν πρὸς τὸ δεῖν ἑλέσθαι τὰ τῷ θεῷ δοκοῦντα καὶ νόμου τοῦ πρὸς εὐσέβειαν διαμεμνήμεθα· κατάγχει δὲ μάλιστα χειρόνως ἐπὶ τὸ σίνεσθαι πεφυκὸς ὁ πάντων ἐχθρός, πλὴν ἐκρύεται καὶ σώζει θεός. καὶ γοῦν ἔφη πρὸς Μωσέα· βάδισον, εἰπὲ τοῖς υἱοῖς Ἰσραὴλ λέγων· ἐγὼ κύριος καὶ ἐξάξω ὑμᾶς ἀπὸ τῆς δυναστείας τῶν Αἰγυπτίων καὶ ῥύσομαι ὑμᾶς ἐκ τῆς δουλείας αὐτῶν καὶ λυτρώσομαι ὑμᾶς ἐν βραχίονι ὑψηλῷ καὶ κρίσει μεγάλῃ καὶ λήψομαι ὑμᾶς εἰς λαὸν ἐμαυτῷ. καὶ ἔσομαι ὑμῶν θεός, καὶ γνώσεσθε, ὅτι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου, ἐκ τῆς δυναστείας τῶν Αἰγυπτίων. Ἀποτρέποντος γὰρ ἡμᾶς τοῦ Σατανᾶ καὶ πάσης ἀγαθῆς ἐξανιστάντος ἐπιθυμίας καὶ τῶν εἰς τοῦτο διανευμάτων, δι’ ὧν ἂν δύναιτο παρωθοῦντος τρόπων προτρέπει πρὸς θέλησιν ἀγαθὴν ὁ τοῦ θεοῦ νόμος, ἄθραυστον μὲν τὸν ἐπικουροῦντα δεικνύς, ἐλπίδι δὲ τῇ λιπαρωτάτῃ παραθήγων εἰς εὐτολμίαν καὶ πίστει νευρῶν καὶ θεῷ προσνέμων ὡς ἀληθῶς σωτῆρι καὶ λυτρωτῇ. Β. Ὡς πανάριστόν τι χρῆμα καὶ σωτήριον ἡ πίστις καὶ τὸ δεῖν ἕπεσθαι διψῇν τῷ θεῷ.