Ancient Greek · ~27 min
Edition urn:cts:pta:pta0005.pta001.pta-grcBibex, Λόγος πρῶτος
Cyrillus Theol., De adoratione et cultu in spiritu et ueritate 18.1
Not analysed yet
Α. Ὀρθῶς ἔφης. ἕρπει δὲ ὅτι πρὸς πέρας ἡ πίστις τὸ ἀγαθόν, εἴσῃ τοι καλῶς ἐκτελευτῶντος ἡμῖν τοῦ λόγου πρὸς τὸν ἴδιον σκοπόν. ἐπειδὴ γὰρ ἧκον πρὸς τὸν Φαραὼ διαλεξόμενοι πάλιν οἱ ἀμφὶ Μωσέα ἀνεῖναί τε τῆς Αἰγυπτίων καὶ ἀπολῦσαι δεσμῶν τῶν πάλαι τὸν Ἰσραὴλ ἀναπείσοντες, σημείοις ἐκδυσωπεῖν τοῖς ὑπὲρ λόγον ἤθελον ῥάβδου τε εἰς ὄφιν μεταπλασμὸν ἐπεδείκνυον καὶ ἔτι τοῦδε γε μείζονά τε καὶ ὑπερφερῆ κατορθοῦν δύνασθαι προχειρότατα διὰ θεοῦ σαφῶς ἐπηγγέλλοντο. ὁ δὲ τοῖς ἰδίοις ἰσουργεῖν ἐκέλευε μάγοις μονονουχὶ διὰ τούτου βοῶν· οὐκ ἀγνῶτες ἔργων τῶν τοιούτων ἡμεῖς. πλεῖστοι δὲ ὅσοι παρ’ Αἰγυπτίοις ἢ οἱ καθ’ ὑμᾶς· καὶ μελέτη μάγοις τὸ θαυματουργεῖν, οἷς καὶ ὑμεῖς ἐναρίθμιοι. Σκληρυνομένῳ δὲ λίαν καὶ οὐκ ἀνιέντι τὸν Ἰσραὴλ τέσσαρες δειναὶ καὶ ἀλλήλων χείρους ἐπιφέρονται πληγαί· ὕδατός τε γὰρ ἡ εἰς αἷμα μεταβολὴ παραδόξως ἐπράττετο βάτραχοί τε καὶ σκνίπες καὶ τελευταία κυνόμυια, μαλθακώτερον δὲ ἤδη πως ὡς ἐξ ἀνάγκης οὐ φορητῆς ἀπετέλουν τὸν Φαραώ. εἰσκαλεσάμενος δὴ τοὺς ἀμφὶ Μωσέα φησίν· εἰσελθόντες θύσατε κυρίῳ τῷ θεῷ ὑμῶν ἐν τῇ γῇ. καὶ εἶπε Μωσῆς· οὐ δυνατὸν γενέσθαι οὕτως· ,τὰ γὰρ βδελύγματα τῶν Αἰγυπτίων θύσομεν κυρίῳ τῷ θεῷ ἡμῶν. ἐ ὰν γὰρ θύσωμεν κυρίῳ τῷ θεῷ ἡμῶν τὰ βδελύγματα τῶν Αἰγυπτίων ἐναντίον αὐτῶν, λιθοβοληθησόμεθα. ὁδὸν τριῶν ἡμερῶν πορευσόμεθα εἰς τὴν ἔρημον καὶ θύσομεν κυρίῳ τῷ θεῷ ἡμῶν, καθάπερ εἶπεν ἡμῖν. καὶ εἶπε Φαραώ· ἐγὼ ἀποστέλλω ὑμᾶς, καὶ θύσετε κυρίῳ τῷ θεῷ ὑμῶν ἐν τῇ ἐρήμῳ, ἀλλ’ οὐ μακρὰν ἀποτενεῖτε τοῦ πορευθῆναι. Ἀντεξάγοντι μὲν γὰρ τῷ Σατανᾷ καὶ ταῖς εἰς τὸ ἀγαθὸν ἡμῶν προθυμίαις ἀντιφέρεσθαι ἐγνωκότι νεανικῶς τὴν ἑαυτοῦ μισοπονηρίαν, ἀντανίστησι θεὸς καὶ κατάγχει θρασυνόμενον καὶ τιθασσεύει πληγαῖς. ὁ δὲ τότε μόλις ἐφίησι μὲν οὐχ ἑκών· πειρᾶται δ’ οὖν ὅμως ἀναπείθειν ἡμᾶς, ποιεῖσθαι μὲν οὐκ ἀκριβῆ τὴν εἰς θεὸν λατρείαν, μὴ μὴν ἔτι παντελῶς καὶ τῆς ἐπ’ αὐτῷ δουλείας ἀποφοιτᾶν. οὐ γὰρ ἔξω γῆς ἰδίας, ἀλλ’ ἐν αὐτῇ χρῆναι θύειν τοῖς Ἰουδαίοις ἐκέλευε. σοφώτατα δὲ Μωσῆς, οὐ δυνατὸν γενέσθαι οὕτω, φησί. γίνεται μὲν γὰρ ἀεὶ τῶν φαύλων εἰσηγητὴς ὁ τῆς ἁμαρτίας εὑρετής· ἐκπέμπει δὲ νόμος ὁ θεῖος αὐτὰ καὶ ἀποφάσκει τὸ δρᾶν, ἅπερ ἂν ἐκείνῳ δοκῇ. προσεκτέον τοιγαροῦν τοῖς ἐθέλουσι βιοῦν ὀρθῶς, οὐχ οἷσπερ ἂν λέγοι φενακίζων ὁ πονηρός, ἀλλ’ οἷς τὸ θεῖον ἡμῖν ἀναφωνεῖ χρησμῴδημα. λύχνος γάρ, φησί, τοῖς ποσί μου ὁ νόμος σου καὶ φῶς ταῖς τρίβοις μου. Β. Ἀληθές. Α. Συνέχοντος τοίνυν ἡμᾶς, ἤγουν καθείργειν ἐθέλοντος καὶ ὑπ’ αὐτῷ ποιεῖσθαι τοῦ πονηροῦ, λατρευτέον θεῷ τῷ κατὰ φύσιν μόνῳ καὶ διψυχίας ἰόντες ὡς ἀπωτάτω λέγωμεν, οὐ δυνατὸν γενέσθαι οὕτως. δύναται γὰρ οὐδεὶς δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει· ἢ τοῦ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει. γέγραπται δὲ αὖ· οὐαὶ καρδίαις δειλαῖς καὶ χερσὶ παρειμέναις καὶ ἁμαρτωλῷ ἐπιβαίνοντι ἐπὶ δύο τρίβους. χρῆναι γὰρ ἔγωγέ φημι καθαρὰν καὶ ἀμώμητον ποιεῖσθαι λατρείαν τῷ πάντων κρατοῦντι θεῷ ἐκπεφοιτηκότας εἰσάπαν τῆς ὑπ’ ἐκείνῳ ζωῆς, οὕτω τε πρὸς τὴν ἀμείνω ζητεῖν ἰέναι γεννικῶς· ἄλλως τε τὰ βδελύγματα τῶν Αἰγυπτίων, φησί, θύσομεν κυρίῳ, τῷ θεῷ ἡμῶν. ἐὰν γὰρ θύσωμεν τὰ βδελύγματα τῶν Αἰγυπτίων ἐναντίον αὐτῶν, λιθοβοληθησόμεθα. Καὶ ὅσον μὲν ἧκεν εἴς γε τὸν τῆς ἱστορίας λόγον, εὐάφορμος ἡ παραίτησις. βδελύγματα γὰρ ἐνθάδε φησὶ τὰ σεβάσματα· μόσχοι δὲ ἦσαν τοῖς Αἰγυπτίοις τὸ σέβας. ταυτὶ δέ, φησίν, εἰ τῷ τῶν Ἑβραίων καταθύσομεν θεῷ, ἀκονήσομεν εἰς ὀργὰς πάντη τε καὶ πάντως τοὺς Αἰγυπτίους, δύσοιστον τὸ χρῆμα ποιουμένους. ἔσθ’ ὅτε καὶ πιθανὸς ὁ λόγος. ὅσον δὲ ἧκεν εἰς θεωρίαν πνευματικήν, οὐ μετρίαν ἔχει τὴν ὄνησιν. ὃ γὰρ οἶδε μάλιστα τιμᾶν καὶ ποιεῖται περὶ πολλοῦ ἀξιοῖ τε λόγου παντὸς ἡ τῶν δαιμονίων πληθὺς κατανεκροῦντες ἡμεῖς ἡδίστην τῷ θεῷ τελοῦμεν λατρείαν. Β. Πῶς ἔφης; Α. Ἢ γὰρ οὐχὶ τὰ τῆς σαρκὸς πάθη τίμια παρ’ ἑαυτοῖς; καὶ οὐχὶ πάντως δι’ ἑαυτά, ἀλλ’ ἐπείτοι δι’ αὐτῶν ὀλλύμεθα καὶ πρὸς δουλείαν τὴν ὑπ’ αὐτοῖς κατεσφίγμεθα; Β. Ἀληθές. Α. Ταυτὶ δὴ νεκροῦντες καὶ οἱονεὶ κατασφά ζοντες εἰς ὀσμὴν εὐωδίας ἐσόμεθα τῷ θεῷ. γράφει δὲ ὁ Παῦλος ὡδί· πα ραστήσατε τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, εὐάρεστον τῷ θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν. δρῴη δ’ ἂν τοῦτο τις ὀρθῶς νεκρῶν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν καὶ τὴν πλεονεξίαν. ἕκαστον οὖν ἄρα τῶν ἐν ἡμῖν παθῶν Αἰγυπτίων τῶν νοητῶν ἐστι βδέλυγμα, τοῦτ’ ἔστι, σέβας τὸ τιμιώτατον. ὅτι γὰρ ἔθος τῇ θείᾳ γραφῇ βδέλυγμα λέγειν τὸ ἐν εἰδώλου τάξει καὶ οἱονεί τι σέβας, ἀναπείσει λέγων θεὸς διὰ τῆς Ἱερεμίου φωνῆς περὶ τῆς Ἰουδαίων συναγωγῆς· τί ἡ ἠγαπημένη ἐν τῷ οἴκῳ μου ἐποίησε βδέλυγμα; εἰ δὲ δή τις βούλοιτο λέγειν βδέλυγμα τῶν Αἰγυπτίων τὸ οἱονεὶ μίσημα καὶ παραίτησιν, οὐκ ἂν ἐξοίχοιτο τοῦ πρέποντος νοῦ· ἃ γὰρ ἔθος ἀεὶ μισεῖν καὶ καταβδελύττεσθαι τοῖς ἀκαθάρτοις πνεύμασι, ταυτὶ πρὸς ἡμῶν εἰς ὀσμὴν εὐωδίας ἀνακείσεται τῷ θεῷ καὶ θυσία πνευματική· πίστις, πραότης, ἐγκράτεια, σωφροσύνη, φιλαλληλία καὶ τῆς εἰς θεὸν γνησιότητος τὰ αὐχήματα. Β. Καὶ τίνες ἂν εἶεν οἱ ἐν τῇ γῇ θύοντες τοῦ Πονηροῦ; νοοῖντο δ’ ἂν τίνες καὶ οἱ ἔξω γῆς; Α. Οἱ μὲν γὰρ οὔπω τῆς Αἰγυπτίων ἐκβεβηκότες καὶ θεῷ θύοντες ἐν αὐτῇ πολλοὶ λίαν καὶ ἀριθμοῦ τάχα που κρείττονες· οἱ δὲ ἔξω τε καὶ ἐν ἐρήμῳ κομιδῇ βραχεῖς καὶ ἀπόλεκτοι· πολλοὶ γάρ εἰσι κλητοί, φησίν, ὀλίγοι δὲ ἐκλεκτοί. κεκλήμεθα μὲν οὖν εἰς ἐλευθερίαν πάντες διὰ πίστεως τῆς ἐν Χριστῷ καὶ ἐκλελυτρώμεθα τυραννίδος διαβολικῆς ἀποφέροντος ἡμᾶς εἰς τοῦτο Χριστοῦ προανατυπουμένου τοῖς πάλαι καλῶς ὡς ἐν Μωσῇ τε καὶ Ἀαρών, ἵν’ ἐν ταὐτῷ τὸν Ἐμμανουὴλ νομοθέτην ὄντα καὶ ἀρχιερέα καὶ ἀπόστολον οἰκονομικῶς ἐννοῇς. οἱ δέ γε πλεῖστοι τῶν κεκλημένων ἐμφιλοχωροῦσιν ἔτι τοῖς πάλαι κακοῖς, διανοίᾳ δὲ οὔπω τῇ ὁλοσχερεῖ κοσμικῆς ἀπάτης ἐκβεβηκότες, ὡς ἐν γυμνῇ τε καὶ μόνῃ τῇ πίστει λατρεύουσι θεῷ. τούτους εἶναί φαμεν τοὺς ἐν Αἰγύπτῳ θύοντας, ἤγουν ἔξω βραχὺ γεγονότας. οὐ μακρὰν γὰρ ἀποτενεῖτε, φησὶν ὁ σκληροκάρδιος Φαραώ, κἂν εἰ τῆς Αἰγυπτίων ἐκτρέχοιτε γῆς. οἵ γε μὴν ὁλοκλήρῳ μεταστάσει τῇ εἰς ἀγαθὸν εὐα ρεστεῖν ἐθέλοντες τῷ θεῷ ἀπηλλαγμένοι τε εἰσάπαν συγχύσεως κοσμικῆς ἔξω φέρονται τῆς Αἰγυπτίων καὶ τὴν τυράννου διαδιδράσκουσι χεῖρα καὶ καθάπερ ἐν ἐρήμῳ τῇ σχολαίᾳ τε καὶ ἀνειμένῃ ζωῇ καθαροὶ καθαρῶς θύουσι τῷ θεῷ. Φαίην δ’ ἂν ἔγωγε καὶ καθ’ ἕτερόν τινα τρόπον ἀποτάτω δεῖν τῆς Αἰγυπτίων φέρεσθαι γῆς τοὺς ἐκ τοῦ λατρεύειν τῇ κτίσει παρὰ τὸν κτίσαντα πρὸς ἀλήθειαν τρέχοντας καὶ εἰς ἐπίγνωσιν κεκλημένους τοῦ κατὰ φύσιν ὄντος θεοῦ. ἐκβεβήκασι γὰρ οὔπω τελείως οἱ τὰ τῆς ἀρχαίας ἀπάτης οὔπω τῆς ἑαυτῶν διανοίας ἀποτρίβοντες λείψανα. παρατηροῦνται γάρ τινες ἡμέρας καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτούς. οὗτοι πρὸς τὸ ἐλεύθερον ἀξίωμα διὰ Χριστοῦ κεκλημένοι τὴν Αἰγυπτίων οἰκοῦντες ἔτι θύουσι τῷ θεῷ τὸν οὐ λίαν ἂν ἀβούλητον τῷ Σατανᾷ διασώζοντες βίον. εἰ δὲ δή τις ἐξοίχοιτο παντελῶς τοῖς ἀρχαίοις ἔθεσιν ἐρρῶσθαι φράσας, ἐν ἐρήμῳ θύει καὶ τὴν ἐπαίνου παντὸς ἀξίαν ἐπιτηδεύει ζωήν.