Ancient Greek · ~19 min
Edition urn:cts:pta:pta0005.pta001.pta-grcBibex, Λόγος πρῶτος
Cyrillus Theol., De adoratione et cultu in spiritu et ueritate 19.1
Not analysed yet
Β. Σύμφημι· νοεῖς γὰρ ὀρθῶς. ἴτω δὲ αὖθις ἡμῖν κατὰ ῥοῦν ὁ λόγος. Α. Οὐκοῦν ψευδομυθεῖ μὲν ὁ Φαραὼ καὶ ἀρνεῖται τὴν ὑπόσχεσιν, ἀνίησι δὲ οὔτι πω τοὺς ἐξ Ἰσραήλ. εἶτα τρισὶν ἑτέραις πληγαῖς καταικίζεται καὶ κατανεύει μόλις ἀνήσειν εἰπών· ἥλω τε ψευδοεπήσας πάλιν. ψεύστης γάρ ἐστι καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκε, κατὰ τὴν τοῦ σωτῆρος φωνήν. χάλαζαν δὲ τὴν ῥαγδαιοτάτην ἐνίησι τοῖς Αἰγυπτίοις ἀπειλοῦντος θεοῦ καὶ δὴ καὶ ἐνιέντος καὶ μὴν ἀκρίδα τὴν ἀγρολέτειραν, εἴπερ τι χρὴ καὶ ἐξ Ἑλλήνων φωνὴν ἑλόντας εἰπεῖν. τότε δή, τότε καὶ μόλις οἱ πάλαι δεινοί τε καὶ ἄθραυστοι τῆς τοῦ Φαραὼ βδελυρίας ὑπασπισταὶ πλείστην ὅσην αὐτοῦ ποιοῦνται καταβοὴν λέγοντες· ἕως τίνος ἔσται ἡμῖν τοῦτο σκῶλον; ἐξαπόστειλον τοὺς ἀνθρώπους, ὅπως λατρεύσωσι κυρίῳ τῷ θεῷ αὐτῶν. ἢ εἰδέναι βούλει, ὅτι ἀπόλωλεν Αἴγυπτος; Καί μοι πάλιν ἐντεῦθεν ἔπεισι νοεῖν, ὡς ἔστι που τάχα τῶν ὑφ’ ἑαυτῷ δυνάμεων ἀμείνων ὁ Σατανᾶς, ἐφ’ οἷς ἂν αὐτῷ τὸ νικῆσαι πρέποι. αἱ μὲν γάρ, ὡς ἔοικε, σκληραὶ μέν εἰσιν ἄγαν καὶ ἀμείλικτοι κομιδῇ καὶ ὀψὲ μὲν καὶ μόλις ἰοῦσαι δ’ οὖν ὅμως κἂν γοῦν εἰς μετρίαν αἴσθησιν τῆς θείας ὀργῆς· ὁ δέ ἐστιν ἀγριότητι τῇ ὑπὲρ λόγον ὑπερφερὴς καὶ κατεσκληκὼς εἰς ἄκρον. γέγραπται γάρ, ὅτι ἡ καρδία αὐτοῦ πέπηγεν ὥσπερ λίθος, ἕστηκε δὲ ὥσπερ ἄκμων ἀνήλατος. πλείστης οὖν ὅσης γενομένης ἐπ’ αὐτῷ τῆς καταβοῆς, ἔφη μόλις τοῖς ἀμφὶ Μωσέα· πορεύεσθε καὶ λατρεύσατε κυρίῳ τῷ θεῷ ὑμῶν. τίνες δὲ καί τίνες εἰσιν οἱ πορευόμενοι; καὶ λέγει Μωσῆς· σὺν τοῖς νεανίσκοις ἡμῶν καὶ τοῖς πρεσβυτέροις ἡμῶν πορευσόμεθα, σὺν τοῖς υἱοῖς καὶ ταῖς θυγατράσι καὶ προβάτοις καὶ βουσὶν ἡμῶν· ἔστι γὰρ ἡ ἑορτὴ κυρίου τοῦ θεοῦ ἡμῶν. καὶ εἶπε πρὸς αὐτούς· ἔστω οὕτως κύριος μεθ’ ὑμῶν, καθ’ ὅτι ἀποστέλλω ὑμᾶς, μὴ καὶ τὴν ἀποσκευὴν ὑμῶν· ἴδετε, ὅτι πονηρία πρόκειται ὑμῖν. μὴ οὕτως· πορευέσθωσαν δὲ οἱ ἄνδρες, καὶ λατρεύσατε τῷ θεῷ, τοῦτο γὰρ αὐτοὶ ζητεῖτε. Σύνες δὴ οὖν, ὦ φιλότης, ὡς ἀρίστην μὲν ὁ Μωσῆς ποιεῖσθαι δεῖν ἔφασκε τὴν ἀνάζευξιν· ὁ δέ, οὐχ οὕτω φησίν· ἀνήσειν δὲ ἀπὸ μέρους καὶ ὁμήρευσιν τρόπον τινὰ ταῖς τῶν ἀπαιρόντων ὑποστροφαῖς δεῖν ἔφη τὸ λειπόμενον καὶ αὐτῆς ἀπομενούσης ἐν Αἰγύπτῳ τῆς ἀποσκευῆς. οἰχέσθω γὰρ δὴ πᾶς μὲν ὑμῶν νεανίας, φησί· πᾶν δὲ γένος τὸ ἐν ἀκμαῖς. ὁ δέ γε θεῖος Μωσῆς, ὅτι προσῆκεν ἀπαίρειν εὖ μάλα διϊσχυρίζεται παροφθέντος οὐδενός· ἀλλ’ ὁμοῦ τοῖς ἐν ἥβῃ καὶ ἐν δυσμαῖς ἡλικίας υἱοῖς τε καὶ θυγατράσι καὶ βοῶν ἀγέλαις καὶ ἑτέροις θρέμμασι. Καὶ γάρ τοι προσήκει τοὺς τῆς ἀληθοῦς ἐλευθερίας μεταποιεῖσθαι σπουδάζοντας τῶν μὲν ἐν κόσμῳ φιλεῖν ἀπαλλάττεσθαι κακῶν καὶ τρίβον ἰέναι τὴν ἐπ’ ἀρεταῖς, οὐδὲν τὸ παράπαν τῆς ἑαυτῶν ψυχῆς τε καὶ διανοίας ἀφιέντας λείψανον, δι’ οὗ δὴ πάλιν ταῖς τοῦ πονηροῦ πλεονεξίαις ὑπενεχθεῖεν ἄν. καλεῖ δὲ πρὸς τοῦτο ὁ θεῖος νόμος νεανίσκους καὶ παρθένους, πρεσβύτας μετὰ νεωτέρων, κατὰ τὴν τοῦ ψάλλοντος φωνήν, καὶ πᾶν εἶδος τῆς ἐν Χριστῷ νοουμένης ἡλικίας. οἷς καὶ ὁ θεσπέσιος Ἰωάννης προσεφώνει λέγων· ἔγραψα ὑμῖν, παιδία, ὅτι ἐγνώκατε τὸν πατέρα· ἔγραψα ὑμῖν, πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπ’ ἀρχῆς· ἔγραψα ὑμῖν, νεανίσκοι, ὅτι ἰσχυροί ἐστε καὶ ὁ λόγος τοῦ θεοῦ ἐν ὑμῖν μένει καὶ νενικήκατε τὸν πονηρόν. Εἶεν δ’ ἂν καὶ ἑτέρως νεανίαι μὲν εἰς ἀνδρείας τύπον, φρονήσεως δὲ πρεσβύται, νηπιότητος δὲ τῆς ἐν Χριστῷ νοουμένης υἱοί τε καὶ θυγατέρες· σὺν ἀνδρείᾳ γὰρ καὶ φρονήσει καὶ ἁπλότητι τῇ κατὰ θεὸν ἀπαροῦμεν ἐξ ἁμαρτίας εἰς ἁγιασμόν. ἀνδρίζεσθε γάρ, φησί, καὶ κραταιούσθω ἡ καρδία ὑμῶν. καὶ αὖ· γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. πρόβατα δὲ καὶ βόας συναποτρέχειν εἰπὼν κατασημαίνειν ἂν οἶμαί που, ὅτι προσήκει μηδὲ αὐτὰ μεθεῖναι τῷ Σατανᾷ τὰ σωματικά τε καὶ ἀλογώτερα τῶν ἐν ἡμῖν κινημάτων. καὶ γοῦν ὁ θεσπέσιος γράφει Παῦλος· ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν, οὕτω νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν. Β. Ἀνθ’ ὅτου δὴ οὖν ἀνίησι μὲν τοὺς ἐν ἥβῃ καὶ ἐν ἀκμαῖς, μεταποιεῖται δὲ τῶν ἑτέρων ὁ Φαραώ; Α. Τίνα γὰρ εἶναι φὴς τὰ ἐν Αἰγύπτῳ μένοντα; Β. Ἦσαν, οἶμαί που, γύναια δὴ πάντως, παῖδες ἄνηβοι καὶ ἀσθενεῖς πρεσβύται καὶ ἄλογος κτῆσις. Α. Εἶτα, ὦ βέλτιστε, πῶς οὐκ ἐκεῖνο εὐθὺς διανοῇ; Β. Τὸ ποῖον φής; Α. Τοὺς μὲν γὰρ σφριγῶντάς τε καὶ νέους καὶ ἀκμαιοτέραν ἔχοντας τὴν ἕξιν εἰς εὐσέβειαν ἡγεῖται φορτικούς· ἀπαλλακτιᾷ γάρ, οἶμαι, καὶ οὐχ ἑκὼν τῶν ἀνθεστηκότων, οἳ καί εἰσιν ἀντιπράττειν οἷοί τε καὶ σφίσιν αὐ τοῖς ἐπαμύνειν ἀδικουμένοις κατά γε τὸ ἀντίστητε τῷ διαβόλῳ, καὶ φεύξεται ἀφ’ ὑμῶν. μεταποιεῖται δὲ λίαν τοῦ μὴ ἀνδρίζεσθαι πεφυκότος καὶ ὡς γένος ἀδρανὲς καὶ ἀφιλοπόλεμον ἀγαπᾷ τὸ νοσοῦν ἐν ἑαυτῷ φρόνημα τὸ θῆλυ καὶ μαλθακὸν καὶ τὸ οἷον ἀφηβηκός τε καὶ ἄναλκι καὶ μειρακιῶδες ἔτι καὶ τὸ παχύ τε καὶ ἀλογώτερον ὡς ἐν τύπῳ βουσί τε καὶ προβάτοις. Β. Εὖ ἔφης.