Ancient Greek · ~10 min
Page 686
Cyrillus Theol., De incarnatione unigeniti 686
Not analysed yet
Α— Οὐκοῦν ἐπ' ἐκεῖνο ἴωμεν ὅπερ ἐστὶ τῷ κατεγνωσμένῳ συγγενές. Παρασημαίνουσι γάρ τινες τῆς ἀληθείας τὸ κάλλος, καθάπερ τι νόμισμα κιβδηλεύοντες, «ἐπαίροντές τε εἰς ὕψος τὸ κέρας, καὶ ἀδικίαν λαλοῦντες κατὰ τοῦ Θεοῦ,» κατὰ τὸ γεγραμμένον. Ἀνύπαρκτόν τε καὶ ἰδικῶς οὐχ ὑφεστηκότα φαντάζονται τὸν Μονογενῆ, καὶ οὐκ εἶναι μὲν ἐν ὑποστάσει τῇ καθ' ἑαυτόν, ῥῆμα δὲ ἁπλῶς καὶ λόγον τὸν κατὰ μόνην τὴν προφορὰν γενέσθαι παρὰ Θεοῦ, καὶ ἐν ἀνθρώπῳ κατοικῆσαί φασιν οἱ τάλανες, συνθέντες δὲ οὕτω τὸν Ἰησοῦν, ἁγίων μὲν εἶναί φασιν ἁγιώτερον, οὐ μὴν ἔτι καὶ Θεόν. Οὐκοῦν, καθὰ καὶ ὁ τοῦ Σωτῆρος ἐπέστειλε μαθητής· «Τίς ἐστιν ὁ ψεύστης, εἰ μὴ ὁ ἀρνούμενος ὅτι Ἰησοῦς οὐκ ἔστιν ὁ Χριστός; Οὗτός ἐστιν ὁ ἀντίχριστος, ὁ ἀρνούμενος τὸν Πατέρα καὶ τὸν Υἱόν. Πᾶς ὁ ἀρνούμενος τὸν Υἱὸν οὐδὲ τὸν Πατέρα ἔχει, ὁ ὁμολογῶν τὸν Υἱὸν καὶ τὸν Πατέρα ἔχει.» Ἄμφω γὰρ δι' ἀμφοῖν καὶ ἑκάτερος ἐν ἑκατέρῳ πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων ἐπιγινώσκονται. Οὐ γὰρ ἄν τις ἀναμάθοι τί ἐστι Πατὴρ εἰ μὴ Υἱὸν ὑφεστῶτά τε καὶ γεγεννημένον εἰσδέξαιτο κατὰ νοῦν. Ἀλλ' οὐδ' ἂν ὅ τί ποτέ ἐστιν ὁ Υἱὸς ἀναμάθοι πάλιν, εἰ μὴ ὅτι τέτοκεν ὁ Πατὴρ διενθυμοῖτο σαφῶς. Οὐκοῦν, ἀναγκαῖον οἶμαί που καὶ ἀτρεκὲς εἰπεῖν ὡς εἴπερ ἐστὶν ἀνύπαρκτος ὁ Υἱός, οὐδ' ἂν τὸν Πατέρα κατὰ τὸ ἀληθὲς νοήσαιμεν ἄν. Ποῦ γὰρ ἔτι Πατήρ, εἰ μὴ τέτοκεν ἀληθῶς; Ἢ εἴπερ γεγέννηκε τὸ μὴ ὑφεστὼς μήτε ὑπάρχον ὅλως, τὸ γεννηθὲν ἔσται τὸ μηδέν. Τὸ γάρ τοι μὴ ὑφεστὼς ἐν ἴσῳ τῷ μηδενί, μᾶλλον δὲ παντελῶς οὐδέν. Εἶτα τοῦ μηδενὸς ἔσται Πατὴρ ὁ Θεός. Ἀλλ' ὦ βέλτιστοι, φαίην ἂν ἔγωγε πρός γε τοὺς τῶν τοιούτων ἐξηγητάς, ὕθλος εἰκαῖος τὰ παρ' ὑμῶν, ἢ γοῦν ἐρομένῳ φράζετε· πῶς ἐξαίρετος ἡ εἰς ἡμᾶς ἀγάπησις τοῦ Θεοῦ καὶ Πατρός; Καὶ εἰ δέδωκεν ὑπὲρ ἡμῶν τὸν Υἱόν, τὸν καθ' ὑμᾶς οὐχ ὑφεστηκότα, τὸ μηδὲν ἄρα δέδωκεν ὑπὲρ ἡμῶν, καὶ οὔτε γέγονε σὰρξ ὁ Λόγος, οὔτε τὸν τίμιον ὑπέστη σταυρόν, οὔτε κατήργηκε τοῦ θανάτου τὸ κράτος, οὔτε μὴν ἀνεβίω πάλιν. Εἰ γάρ ἐστι τὸ μηδέν, καὶ ἀνύπαρκτος καθ' ὑμᾶς, πῶς ἔν γε τουτοισὶ γένοιτ' ἄν; Πεφενάκικεν οὖν ἄρα τῆς ἁγίας Γραφῆς ὁ λόγος τοὺς πεπιστευκότας, καὶ ἡ τῆς πίστεως ἑδραιότης οἴχεται πρὸς τὸ μηδέν. Β— Μὴ γένοιτο. Α— Τί δέ; Οὐκ ἐν μορφῇ τοῦ Θεοῦ ὑπάρχειν τὸν Υἱὸν ὁ θεῖος ἡμῖν κατεσήμηνε λόγος, εἰκόνα τε αὐτὸν καὶ χαρακτῆρά φησι τοῦ Γεγεννηκότος;