Ancient Greek · ~10 min
Page 687
Cyrillus Theol., De incarnatione unigeniti 687
Not analysed yet
Β— Καὶ μάλα. Α— Αἱ δὲ εἰκόνες ὡς τὰ ἀρχέτυπα; Β— Πῶς γὰρ οὔ; Α— Οὐκοῦν, εἰ μὴ ἐνυπόστατος ἡ εἰκών, μήτε μὴν ἐν ὑπάρξει νοοῖτο τῇ καθ' ἑαυτὸν ὁ χαρακτήρ, ἀνυπόστατον εἶναι δώσουσιν ὡς ἐξ ἀναγκαίου λόγου καὶ τὸν οὗπέρ ἐστι χαρακτήρ, καὶ τὸ τῆς εἰκόνος ἀκαλλὲς ἀναδραμεῖταί που πάντως ἐπὶ τὸ ἀρχέτυπον. Ἦ γάρ; Β— Καὶ μάλα. Α— Εἶτα, εἰπέ μοι, Φίλιππος χριστομαθὴς ὢν ἄγαν, τὸν ὄντα τε καὶ ὑφεστηκότα Πατέρα κατιδεῖν ἠξίου, λέγων· «Κύριε, δεῖξον ἡμῖν τὸν Πατέρα, καὶ ἀρκεῖ ἡμῖν,» ἢ γοῦν τὸν οὐκ ὄντα καὶ ἀνυπόστατον; Β— Τὸν ὄντα δηλονότι. Α— Εἴπερ οὖν ἐστι τὸ μηδὲν ὁ Υἱός, ἅτε δὴ μὴ ὑφεστηκώς, κατά γε τὸ ἐκείνων ἀχάλινον θράσος, εἰς εἰκόνα καὶ γνῶσιν ἀκριβῆ τοῦ Πατρὸς ἑαυτὸν ἡμῖν ἀνθότου παρεκόμιζε, λέγων· «Τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα. Οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστι; Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Ἀλλ' οὐκ ἂν οἶμαί που τὸν ὑφεστηκότα καταθρήσειέ τις ἔν γε τῷ μὴ ὑφεστηκότι, οὐδ' ἂν ἐννοοῖτό ποτε καὶ ταὐτὸν εἰσάπαν τῷ μὴ ὑπάρχοντι τὸ ὑπάρχον. Ἔσται δὲ ὅπως ἐν Υἱῷ μὲν ὁ Πατήρ, ὁ δὲ Υἱὸς αὖ ἐν τῷ Πατρί; Ἢ οὐκ ἔτυμον εἰπεῖν ὡς εἰ μὴ ἔστιν ὁ Λόγος ἐν ὑπάρξει τῇ καθ' ἑαυτόν, κινδυνεύσειεν ἂν καὶ αὐτὸς ὁ Πατήρ, ἔχων μὲν ἐν ἑαυτῷ τὸ μηδέν, νοούμενος δὲ ὑπάρχειν ἐν τῷ μηδενί; Τὸ γὰρ οὐκ ὂν ὅλως οὐδὲν ἂν νοοῖτο λοιπόν. Β— Οὐκ ἄτραχυς μὲν ὁ λόγος. Πλείστην γὰρ ὅσην ἐν ἑαυτῷ τὴν ἀτοπίαν νοσεῖ, περιίστησι δ' οὖν ὅμως εἰς τὸ ἀπηχὲς τῶν δι' ἐναντίας τὸ δόγμα. Α— Κατατεθήποι δ' ἄν τις εἰκότως τίνα δὴ τρόπον ἐν τῷ Υἱῷ τῷ μὴ λαχόντι τὸ εἶναι τὰ ὄντα πεποίηκεν ὁ Πατήρ. Εἰ δὲ δή τις ἔροιτο πότερα τοῖς οὖσι τὸ εἶναι καλόν, ἢ γοῦν τὸ μὴ εἶναι τυχόν, ἀποκρίνῃ τίνα τρόπον; Β— Φαίην ἂν ὅτι τὸ εἶναι. Τοῖς γὰρ οὐκ οὖσί ποτε τὸ εἶναι διδούς, ἀγαθὸς ὅτι μάλιστα κεχρημάτικέ τε καὶ ἔστιν ὁ Δημιουργός. Α— Ἄριστα ἔφης. Ἔχοι γὰρ ἂν ὧδε τὸ χρῆμα τῇ φύσει. Οὐκοῦν, ἐν ἀμείνοσιν ἡ κτίσις ἥπερ ὁ δι' οὗ τὰ πάντα καλεῖται πρὸς γένεσιν, εἰ ὁ μὲν οὐχ ὑφεστηκέναι λέγεται, τὰ δὲ ὑφέστηκέ τε καὶ ἐν τῷ εἶναι νοεῖται. Β— Ἄπαγε τῆς δυσφημίας. «Ζῶν γὰρ ὁ Λόγος τοῦ Θεοῦ καὶ ἐνεργής,» καθὰ γέγραπται. Τοιγάρτοι καὶ ἔφασκεν· «Ἐγώ εἰμι ἡ ζωή.» Α— Ἀλλ' οὐκ ἂν νοοῖτο ζωὴ μὴ ὑφεστηκώς. Ζωὴ δέ ἐστι κατὰ φύσιν, διαψεύσεται γὰρ οὐδαμῶς.