Ancient Greek · ~9 min
Page 689
Cyrillus Theol., De incarnatione unigeniti 689
Not analysed yet
παραδέχονται καὶ αὐτοὶ Χριστὸν Ἰησοῦν, ἄριστα φρονοῦντες ἔν γε τούτῳ, παρωθοῦνται δὲ λίαν ὡς δυσσεβὲς ὅτι μάλιστα καταδιϊστᾶν εἰς δύο τὸν Ἐμμανουήλ. Ψυχῆς δ' οὖν ὅμως τῆς ἀνθρωπίνης καὶ λογικῆς τὴν σάρκα γυμνώσαντες, ἡνῶσθαί φασιν αὐτῇ τὸν ἐκ Θεοῦ Λόγον. Ἐξεύρηται δέ τις αὐτοῖς πιθανός, ὡς οἴονται, πρὸς τοῦτο λόγος. Τὰ γάρ τοι, φασί, κατὰ σύνθεσιν πρὸς ἑνὸς τελείου σύστασιν συνδεδραμηκότα, μέρη τε καὶ ἐξ ἀτελῶν ὁρᾶσθαι φιλεῖ, τοῦ τελείως ἔχοντος καθ' ἑαυτὸ καὶ ὡς ἐν ἰδίᾳ φύσει τῆς ἐκ μερῶν συνθέσεως οὐ δεδεημένου. Τοιγάρτοι, φασί, παραιτητέον εἰκότως ἄνθρωπον δοῦναι τέλειον τὸν συνενωθέντα τῷ Λόγῳ ναόν, ἵνα καὶ ἡ σύνθεσις, ἥπερ ἂν ἐπὶ Χριστῷ νοοῖτο τυχόν, ἀκριβῆ τε καὶ ἀδιάβλητον τὸν ἑαυτῆς ἀποσώζοι λόγον. Εἰ γὰρ ἐξ ἀνθρώπου τελείου, φασί, καὶ τοῦ ἐκ Πατρὸς ὄντος Λόγου συντίθεμεν τὸν Ἐμμανουήλ, οὐ βραχὺ τὸ δεῖμα, μᾶλλον δὲ ἀδιάφυκτον ἤδη πως ἂν φανεῖται λοιπὸν τὸ καὶ ἀβουλήτως δεῖν δύο μὲν υἱούς, Χριστοὺς δὲ αὖ δύο φρονεῖν τε καὶ λέγειν. Β— Εἶτα τί τούτοις ἀντεροῦμεν ἡμεῖς; Α— Πρῶτον μὲν ὅτι τῆς πίστεως τὴν οὕτως ἀρχαιοτάτην καὶ ἐξ αὐτῶν τῶν ἁγίων ἀποστόλων διήκουσαν εἰς· ἡμᾶς παράδοσιν οὐ ταῖς ὑπερμέτροις ἀκριβείαις καταλυπεῖν ἄξιον, οὔτε μὴν ταῖς εἰς ἄκρον ἐρεύναις ὑποφέρειν τὰ ὑπὲρ νοῦν, ἀλλ' οὐδὲ ἥκειν εἰς μέσον οἷαπερ τινὰς ὁριστὰς καὶ ῥιψοκινδύνως λέγοντας ὡς τὸ δεῖνα μὲν ὀρθῶς, τὸ δεῖνα δὲ αὖ ἑτεροίως ἔχειν χρῆν δήπου καὶ ἦν ἄμεινον ἀληθῶς, ἀπονέμειν δὲ μᾶλλον τῷ πανσόφῳ Θεῷ τῶν ἰδίων διασκέψεων τὴν ὁδόν, καὶ μὴ τοῖς εὖ ἔχειν παρ' αὐτῷ δεδοκιμασμένοις ὑπερφιάλως ἐπιτιμᾶν. Ἀκουσόμεθα γὰρ λέγοντος ἐναργῶς· «Οὐ γάρ εἰσιν αἱ βουλαί μου ὥσπερ αἱ βουλαὶ ὑμῶν, οὐδὲ ὥσπερ αἱ ὁδοὶ ὑμῶν αἱ ὁδοί μου, ἀλλ' ὡς ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως ἀπέχει ἡ ὁδός μου ἀπὸ τῶν ὁδῶν ὑμῶν, καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῆς διανοίας μου.» Εἶτα τὸ δοκοῦν αὐτοῖς ηὑρῆσθαι σοφῶς ἕωλον παντελῶς καὶ ἀμαθὲς ὂν ἁλώσεται. Εἰ γὰρ δή τις ἕλοιτο ψυχῆς λογικῆς τὸν θεῖον ἐκεῖνον ἀπογυμνῶσαι ναόν, οὐκ ἐξ ἀτελῶν ἡ σύνοδος ἔσται δύο, πολλοῦ γε καὶ δεῖ. Ἔστι μὲν γὰρ ὁμολογουμένως ὡς πρὸς ὅλον ἄνθρωπον, τὸν ἐκ ψυχῆς δὴ λέγω καὶ σώματος, μόνη καὶ καθ' ἑαυτὴν ὡς μέρος ἡ σάρξ.