Ancient Greek
Page 690
Cyrillus Theol., De incarnatione unigeniti 690
Not analysed yet
Ἀλλ' ὅ γε Θεὸς Λόγος, οὐχ ὡς μέρος ἂν νοοῖτό τινος, ἀλλ' οὐδὲ ἀτελής, ὦ γενναῖοι. Παντέλειος γὰρ ἐν ἰδίᾳ φύσει. Ποῦ τοίνυν ἐξ ἀτελῶν ἡ πρὸς ἕν τι τέλειον ἔσται συνδρομή, εἴπερ ἐστὶν ἐκ τελείου Λόγου καὶ σαρκὸς ἀτελοῦς, ὅσον ἧκεν εἰς λόγον τὸν ἐπ' ἀνθρώπῳ τελείῳ καὶ ἀρτίως ἔχοντι κατὰ τὴν ἰδίαν φύσιν; Υἱοὺς δὲ οὔτι που δύο προσκυνήσομεν, ἀλλ' οὐδὲ χριστοὺς ἐροῦμεν δύο, κἂν ἐξ ἀνθρώπου τελείου καὶ ἐκ Θεοῦ Λόγου τὴν εἰς ἑνότητα συνδρομὴν πεπράχθαι πιστεύωμεν τοῦ Ἐμμανουήλ. Ὥσπερ γάρ, κατά γε τὸ ἐκείνοις εὖ ἔχειν δοκοῦν, καὶ εἰ ἐκ μόνης λέγοιτο τῆς σαρκὸς καὶ τοῦ ἐκ Θεοῦ Πατρὸς πεφηνότος Λόγου, οὐδεὶς αὐτοὺς ἀναπείσει τρόπος ἀναμέρος τὴν σάρκα τιθέντας καὶ ἀναμέρος αὖ τὸν Μονογενῆ, δυάδα χριστῶν ὁμολογεῖν, ἀλλ' εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν παραδέξονται τὸν Ἐμμανουήλ—ὀρθὰ γὰρ δὴ λίαν ἔν γε τούτῳ φρονεῖν ἐγνώκασιν—οὕτω κἂν ἀνθρώπῳ τελείῳ, δῆλον δὲ ὅτι τῷ ἐκ ψυχῆς καὶ σώματος οἱονεὶ συνενηνέχθαι τε καὶ ἡνῶσθαι λέγωμεν ἀπορρήτως τε καὶ ὑπὲρ νοῦν τὸν ἐκ Θεοῦ Λόγον, οὐχ υἱῶν δυάδα νοήσομεν, ἀλλ' ἕνα καὶ τὸν αὐτὸν φύσει μὲν ὄντα Θεὸν καὶ ἐξ αὐτῆς πεφηνότα τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρός, ἐν ἐσχάτοις δὲ τοῦ αἰῶνος καιροῖς γενόμενον ἄνθρωπον καὶ διὰ τῆς ἁγίας Παρθένου γεγεννημένον, καὶ πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων προσκυνούμενον κατὰ τὰς Γραφάς. Β— Τί οὖν, εἰ δὴ φαῖεν ὅτι μόνης μὲν ἐδεῖτο τὸ καθ' ἡμᾶς τῆς τοῦ Μονογενοῦς ἐπιδημίας, ἐθελήσας δὲ ὀφθῆναι τοῖς ἐπὶ γῆς, καὶ ἀνθρώποις συναναστραφῆναι, παραδεῖξαί τε ἡμῖν τῆς εὐαγγελικῆς πολιτείας τὴν ὁδόν, οἰκονομικῶς ἠμπέσχετο τὴν ὁμοίαν ἡμῖν σάρκα; Τὸ γάρ τοι θεῖον κατὰ φύσιν ἰδίαν οὐχ ὁρατόν. Α— Ἠγνοηκότες ἁλώσονται τῆς ἐνανθρωπήσεως τὸν σκοπόν, καὶ συνέντες οὐδαμῶς τὸ μέγα τῆς εὐσεβείας μυστήριον. Εἰ γὰρ δὴ μόνην ἔχει τὴν ἀφορμὴν τὸ ὀφθῆναι τοῖς ἐπὶ γῆς τοῦ Μονογενοῦς ἡ σάρκωσις, εἴτ' οὖν ἐνανθρώπησις, προσετίθει γε μὴν ἕτερον οὐδὲν τῇ ἀνθρωπείᾳ φύσει, πῶς οὐκ ἄμεινον ἤδη πως καὶ σοφὸν τῇ τῶν δοκητῶν συμφέρεσθαι δόξῃ καὶ ἡμᾶς αὐτούς; Οἳ σαρκός τε ὁμοῦ καὶ γηΐνου σώματος ἀπαμφιεννύντες τὸν Λόγον, ὦφθαι μὲν ἐπὶ γῆς ὡς ἄνθρωπον μυθοπλαστοῦσιν οἱ δείλαιοι, γένοιτο δὲ ὅτι τῶν καλλίστων εἰσηγητὴς διωμολογήκασιν ἐναργῶς. Ἢ οὐκ ἄμεινον ἐρεῖς, εἰ μηδὲν ὀνίνησι τὴν