Ancient Greek · ~8 min
Page 693
Cyrillus Theol., De incarnatione unigeniti 693
Not analysed yet
Οὐ γάρ που τήν γε ἄληπτον παντελῶς καὶ ἀνάλωτον τῷ θανάτῳ φύσιν, τουτέστι τὴν θεότητα τοῦ Μονογενοῦς, τῶν ὑπὸ χθόνα μυχῶν ἀνακεκομίσθαι φησίν. Οὐ γὰρ ἂν ἠξιώθη τὸ χρῆμα θαύματος εἰ μὴ μεμένηκεν εἰς τὸ ᾅδην ὁ ἐκ Θεοῦ Λόγος, τῇ τῆς θεότητος ἐνεργείᾳ τε καὶ φύσει παραδόξως καὶ ὑπὲρ λόγον πληρῶν μὲν τὰ πάντα, καὶ τοῖς πᾶσιν ἐπιδημῶν. Ἀνωτέρω γὰρ τόπου καὶ περιορισμοῦ καὶ μεγέθους μετρητοῦ τὸ θεῖον, αὐτὸ δὲ ὑπὸ μηδενὸς χωρούμενον. Παράδοξον δὲ καὶ οὐδενὶ τῶν ὄντων ἀθαύμαστον ὅτι σῶμα μὲν ἀνεβίω, τὸ τῇ φύσει φθαρτόν· συνήνωτο γὰρ τῷ ἀφθάρτῳ Λόγῳ. Ψυχὴ δὲ ἡ θεία, τὴν πρὸς αὐτὸν λαχοῦσα συνδρομήν τε καὶ ἕνωσιν, καταπεφοίτηκε μὲν εἰς ᾅδου, θεοπρεπεῖ δὲ δυνάμει καὶ ἐξουσίᾳ χρωμένη, καὶ τοῖς ἐκεῖσε πνεύμασι κατεφαίνετο. Τοιγάρτοι καὶ ἔφασκε «τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει· Ἀνακαλύφθητε.» Καί μοι δοκεῖ φάναι τι τοιοῦτον καὶ ὁ θεσπέσιος Πέτρος περί τε τοῦ Θεοῦ Λόγου καὶ τῆς καθ' ἕνωσιν οἰκονομικὴν γεγενημένης αὐτοῦ ψυχῆς· «Κρεῖττον γὰρ ἀγαθοποιοῦντας, εἰ θέλοι τὸ θέλημα τοῦ Θεοῦ, πάσχειν ἢ κακοποιοῦντας, ὅτι καὶ ὁ Χριστὸς ἅπαξ ὑπὲρ ἁμαρτιῶν ἀπέθανε, δίκαιος ὑπὲρ ἀδίκων, ἵν' ἡμᾶς προσαγάγῃ τῷ Θεῷ, θανατωθεὶς <μὲν> σαρκί, ζωοποιηθεὶς δὲ πνεύματι. Ἐν ᾧ, φησί, καὶ τοῖς ἐν φυλακῇ πνεύμασι πορευθεὶς ἐκήρυξεν, ἀπειθήσασί ποτε.» Οὐδὲ γάρ, οἶμαι, φαῖεν ἂν ὡς γυμνὴ καὶ καθ' ἑαυτὴν ἡ θεότης τοῦ Μονογενοῦς καταπεφοίτηκε μὲν εἰς ᾅδου, διεκήρυξε δὲ τοῖς ἐκεῖσε πνεύμασιν, ἄποπτος οὖσα παντελῶς· κρεῖττον γὰρ ἀεὶ τοῦ ὁρᾶσθαι τὸ θεῖον. Ἀλλ' οὐδὲ δοκήσει καὶ ἐσχηματισμένως εἰς τὸ ψυχῆς εἶδος αὐτὴν μεμορφῶσθαι δώσομεν, παραιτητέον δὲ πανταχῆ τὴν δόκησιν. Ἀλλ' ὥσπερ τοῖς ἔτι μετὰ σαρκὸς <συνανεστράφη μετὰ σαρκός,> οὕτω καὶ ταῖς εἰς ᾅδου ψυχαῖς διεκήρυξεν, ἴδιον ἔχων φόρημα τὴν ἑνωθεῖσαν αὐτῷ ψυχήν. Καὶ βαθὺς μὲν ἴσως καὶ ἀπόρρητος ἀληθῶς, καὶ ταῖς ἡμετέραις διανοίαις οὐχ ἁλώσιμος ὁ τῆς ἑνώσεως τρόπος. Ἐκεῖνο δ' οὖν ὅμως ἀναλογίζεσθαι πρέπει. Τὰ γάρ τοι μὴ καθ' ἡμᾶς πολυπραγμονεῖν οὐκ ἀζήμιον, ἀνούστατον δὲ παντελῶς τὸ βασάνοις ὑποφέρειν τὰ ὑπὲρ νοῦν, καὶ πειρᾶσθαι νοεῖν ἃ νοεῖν οὐχ οἷόν τε. Ἢ οὐκ οἶσθα ὅτι τὸ βαθὺ δὴ τουτὶ