Ancient Greek · ~9 min
Page 694
Cyrillus Theol., De incarnatione unigeniti 694
Not analysed yet
μυστήριον, καὶ νοῦν ὑπερθρῶσκον τὸν ἐν ἡμῖν, ἀπεριεργάστῳ πίστει τετίμηται; Τὸ δὲ ἀσυνέτως λέγειν, «πῶς δύναται ταῦτα γενέσθαι,» Νικοδήμῳ τε ἐκείνῳ καὶ τοῖς κατ' αὐτὸν ἀπονέμοντες, ἀνενδοιάστως παραδεξόμεθα τὰ διὰ θείου Πνεύματος χρησμῳδούμενα, καὶ αὐτῷ δὲ πιστεύσομεν λέγοντι τῷ Χριστῷ· «Ἀμήν, ἀμὴν λέγω ὑμῖν, ἃ οἴδαμεν λαλοῦμεν, καὶ ἃ ἑωράκαμεν μαρτυροῦμεν.» Β— Εὖ λέγεις. Α— Οἰχέσθω δὴ οὖν λῆρος μὲν ἅπας, μῦθός τε ἀδρανὴς καὶ ψευδοδοξία καὶ κεκομψευμένων ῥηματίων φενακισμός. Προσιέμεθα γὰρ οὔτι που τὸ κατασίνεσθαι πεφυκός, κἂν εἰ τοῖς ἄγαν ἐξησκημένοις, καὶ μὴν καὶ πικροῖς ἡμᾶς κατακροτοῖεν λόγοις οἱ δι' ἐναντίας. Ἔστι γὰρ τὸ θεῖον ἡμῶν μυστήριον «οὐκ ἐν πειθοῖς σοφίας ἀνθρωπίνης λόγοις, ἀλλ' ἐν ἀποδείξει Πνεύματος.» Θεὸς οὖν ὑπάρχων καὶ τῶν ὅλων Κύριος, κατὰ τὰς Γραφάς, ὁ Μονογενὴς ἐπέφανεν ἡμῖν. Ὤφθη γὰρ ἐπὶ γῆς, καὶ ἐπέλαμψε τοῖς ἐν σκότει, γενόμενος ἄνθρωπος, οὐ δοκήσει, μὴ γένοιτο—μανία γὰρ τοῦτό γε φρονεῖν ἢ λέγειν—οὔτε μὴν εἰς σάρκα παρενεχθεὶς κατὰ μετάστασιν καὶ τροπήν —ἀναλλοίωτος γὰρ καὶ ἀεὶ κατὰ τὸ αὐτὸ καὶ ὡσαύτως ἔχων ὁ ἐκ Θεοῦ Λόγος—ἀλλ' οὐδὲ ὁμόχρονον τῇ σαρκὶ τὴν ὕπαρξιν ἔχων—αὐτὸς γάρ ἐστι τῶν αἰώνων ὁ ποιητής— οὔτε μὴν ὡς λόγος ἀνυπόστατος, οὐδὲ ὡς ῥῆμα ψιλὸν ἐν ἀνθρώπῳ γεγονώς· ὁ γάρ τοι καλῶν τὰ οὐκ ὄντα ποτὲ πρὸς ὕπαρξίν τε καὶ γένεσιν προϋφέστηκεν ἀναγκαίως· αὐτὸς γάρ ἐστι ἡ ζωὴ πεφηνὼς ἐκ ζωῆς τοῦ Θεοῦ καὶ Πατρὸς ὄντος τε καὶ νοουμένου κατ' ἰδίαν ὑπόστασιν. Ἀλλ' οὐδὲ μόνην ἠμπέσχετο σάρκα ψυχῆς ἐρήμην τῆς λογικῆς, γεγέννηται δὲ κατὰ ἀλήθειαν ἐκ γυναικός, καὶ πέφηνεν ἄνθρωπος ὁ ζῶν καὶ ὑπάρχων καὶ συναΐδιος τῷ Θεῷ καὶ Πατρὶ Θεὸς Λόγος, μορφὴν δούλου λαβών, καί ἐστιν ὥσπερ ἐν θεότητι τέλειος, οὕτω καὶ ἐν ἀνθρωπότητι τέλειος, οὐκ ἐκ μόνης θεότητος καὶ σαρκὸς εἰς ἕνα Χριστὸν καὶ Κύριον καὶ υἱὸν συγκείμενος, ἀλλ' ἐκ δυοῖν τελείοιν, ἀνθρωπότητος δὴ λέγω καὶ θεότητος, εἰς ἕνα καὶ τὸν αὐτὸν παραδόξως συνδούμενος. Β— Τίνα δὴ οὖν τέτοκεν ἡ ἁγία Παρθένος; Τὸν ἄνθρωπον ἢ τὸν ἐκ Θεοῦ Λόγον; Α— Καὶ μὴν τοῦτό γέ ἐστιν ἡ πλάνησις, καὶ τὸ ἁμαρτεῖν τοῦ πρέποντός τε καὶ ἀληθοῦς. Μὴ γάρ μοι διέλῃς, μηδὲ διϊστὰς εἰς ἄνθρωπον ἰδικῶς καὶ εἰς Θεὸν Λόγον, διπρόσωπον ἡμῖν ἀνατύπου τὸν Ἐμμανουήλ. Μὴ ἄρα τις ἡμῖν εἰκότως