Ancient Greek · ~9 min
Page 696
Cyrillus Theol., De incarnatione unigeniti 696
Not analysed yet
Ὁ δὲ δὴ καὶ πρὸ αἰώνων καὶ ἀϊδίως Υἱός, καθὸ πέφηνεν ἐκ Θεοῦ, τίνα δὴ τρόπον εἰς Υἱὸν ὡρίσθη Θεοῦ, καθάπερ εἰς ἀρχὰς τοῦ ὑφεστάναι παρενεχθείς; Ἔφη γὰρ αὐτὸς περὶ ἑαυτοῦ· «Κύριος εἶπε πρός με· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε,» καίτοι τοῦ «σήμερον» ἀεί πως ἡμῖν οὐχὶ τὸν παρῳχηκότα, τὸν ἐνεστῶτα δὲ μᾶλλον καταδηλοῦντος καιρόν. Β— Διηπόρηκα μὲν οὐ μετρίως ἐγώ, φαίην δ' ἂν ὅτι δυσέφικτον κομιδῇ καὶ πολλοῖς ἑτέροις τὸ συνιέναι δύνασθαι τουτί. Α— Τοῖς ἀναμέρος τιθεῖσι καὶ διορίζουσι δυσέφικτόν τε καὶ ἄπορον ἀληθῶς, τοῖς γε μὴν εἰς ἑνότητα κατασφίγγουσι τὸν Ἐμμανουὴλ ἐγγύς τε ἑλεῖν καὶ ἑτοιμοτάτη λίαν ἡ τῶν ἱερῶν δογμάτων ἀκιβδήλευτος γνῶσις. Ὁ γὰρ τῷ φύσαντι συναΐδιος καὶ πρὸ παντὸς αἰῶνος Υἱός, ἐπειδὴ καταβέβηκεν εἰς τὴν ἀνθρώπου φύσιν, οὐκ ἀπολισθήσας τοῦ εἶναι Θεός, προσλαβὼν δὲ τὸ ἀνθρώπινον, νοοῖτ' ἂν εἰκότως καὶ ἐκ σπέρματος γεγεννῆσθαι Δαυείδ, καὶ νεωτάτην ἔχειν τὴν ἐν ἀνθρωπότητι γέννησιν. Ἔστι δὲ οὐκ ἀλλότριον αὐτοῦ τὸ προσληφθέν, ἀλλ' ἴδιον ἀληθῶς. Λελόγισται τοιγαροῦν ὡς ἓν πρὸς αὐτόν, καθάπερ ἀμέλει καὶ τὴν ἀνθρώπου σύνθεσιν καταθρήσαι τις ἄν. Πέπλεκται μὲν γὰρ ἐξ ἀνομοίων τὴν φύσιν, ψυχῆς δὴ λέγω καὶ σώματος, ἀλλ' οὖν εἷς νοεῖται τὸ συναμφότερον ἄνθρωπος. Ὡς ἀπὸ μόνης μὲν τῆς σαρκὸς ὅλον ἔσθ' ὅτε κατωνομάσθαι τὸ ζῶον, ψυχῆς δὲ ὠνομασμένης, νοεῖσθαι τὸ συναμφότερον, κατὰ τὸν ἶσον οὖν ἄρα τρόπον, καὶ ἐπ' αὐτοῦ παραδέξῃ Χριστοῦ. Εἷς γὰρ Υἱὸς καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς καὶ πρὸ σαρκὸς καὶ ὅτε πέφηνεν ἄνθρωπος, καὶ τὸν ἀγοράσαντα ἡμᾶς Δεσπότην οὐκ ἀρνησόμεθα, κἂν εἰ διὰ τῶν ἀνθρωπίνων ἡμῖν καὶ ἐκ τῶν τῆς κενώσεως μέτρων κατασημαίνοιτο. Β— Οὐχ ἕπομαι λίαν, ἀναμαθεῖν δ' ἂν ἐθέλοιμι σαφῶς. Α— Ἰουδαίοις ἔφη προσλαλῶν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· «Εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε ἄν. Νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, τοῦτο Ἀβραὰμ οὐκ ἐποίησε.» Γράφει δὲ καὶ ὁ Παῦλος περὶ αὐτοῦ· «Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σώζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας, καίπερ ὢν Υἱός, ἔμαθεν ἀφ' ὧν ἔπαθε τὴν ὑπακοήν.» Ἆρ' οὖν