Ancient Greek · ~9 min
Page 697
Cyrillus Theol., De incarnatione unigeniti 697
Not analysed yet
ἄνθρωπον αὐτὸ δὴ τοῦτο ψιλὸν καὶ κατ' οὐδένα τρόπον ἀνεστηκότα τῶν καθ' ἡμᾶς λογιούμεθα τὸν Χριστόν; Β— Μὴ γένοιτο. Α— Τὴν δὲ τοῦ Θεοῦ σοφίαν καὶ δύναμιν ἀσθενείας εἰς τοῦτο καθικέσθαι δώσομεν ὡς δεδιέναι μὲν θάνατον, ἐξαιτεῖν δὲ τὸ σώζεσθαι παρὰ τοῦ Πατρός, καὶ τοῦ κατὰ φύσιν εἶναι ζωὴν ἐκπέμψομεν τὸν Ἐμμανουήλ; Ἢ περιτρέποντες εἰς τὴν ἀνθρωπότητα, καὶ εἰς μέτρον φύσεως τῆς καθ' ἡμᾶς τὸ ἐν λόγοις σμικροπρεπές, δράσομέν τι τῶν ἐπαινουμένων, καὶ ἐξ ὧν ἐστι Θεὸς τὴν ὑπερκόσμιον αὐτοῦ κατοψόμεθα δόξαν, τὸν αὐτὸν εἶναι συνέντες ἄνθρωπόν τε καὶ Θεόν, ἤτοι Θεὸν ἐνηνθρωπηκότα; Β— Φράσον ὅπως. Α— Ἡκέτω δὴ οὖν εἰς μέσον ἡμῖν ὁ δοκιμώτατος Παῦλος ταυτὶ βοῶν τε καὶ λέγων· «Σοφίαν λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων, ἀλλὰ λαλοῦμεν Θεοῦ σοφίαν ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην, ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν. Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν.» Καὶ μὴν ἐπὶ τούτοις· «Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, καθαρισμὸν τῶν ἁμαρτιῶν ἡμῶν ποιησάμενος, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων ὅσῳ διαφορώτερον παρ' αὐτοὺς κεκληρονόμηκεν ὄνομα.» Καίτοι τό γε εἶναί τε καὶ ὀνομάζεσθαι τῆς δόξης Κύριον, πῶς οὐχὶ λίαν ὑπερτενὲς καὶ παντὸς ἐπέκεινα γενητοῦ καὶ παρηγμένου πρὸς γένεσιν; Καὶ παρίημι μὲν τὰ ἀνθρώπινα—σμικρὰ γὰρ δὴ λίαν—ἐρῶ δ' οὖν ὅτι κἂν ἀγγέλους ὀνομάσαι, καὶ Ἀρχὰς καὶ Θρόνους καὶ Κυριότητας ἀπαριθμήσαιτό τις, καὶ μὴν καὶ εἰ τῶν ἀνωτάτω διαμεμνήσεται Σεραφίμ, κατόπιν ἰόντα τῆς οὕτως ὑπερτενοῦς ὁμολογήσειεν ἂν εὐκλείας, εἴ γε νοῦν ἔχοι μὴ παρεφθαρμένον. Ἔκκριτον γὰρ εἶναι τὸ γέρας φημί, καὶ δεῖν ἀνακεῖσθαι μόνῃ τῇ τῶν ὅλων παμβασιλίδι φύσει. Πῶς οὖν ἂν γένοιτο τῆς δόξης Κύριος ὁ ἐσταυρωμένος; Τὸ δὲ ἀπαύγασμα τοῦ Πατρὸς καὶ τῆς οὐσίας ὁ χαρακτήρ, ὁ φέρων τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, κρείττων ἀγγέλων γεγενῆσθαι λέγεται, τάχα που τὸ ἔλαττον, ὡς ἐγᾦμαι, λαβών, ὅτε πέφηνεν ἄνθρωπος. Γέγραπται γὰρ ὅτι «Τὸν δὲ βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον.» Ἆρ' οὖν ἐξώσομεν