Ancient Greek · ~9 min
Page 699
Cyrillus Theol., De incarnatione unigeniti 699
Not analysed yet
Ὅτε ἤμην μετ' αὐτῶν, ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι, καὶ ἐφύλαξα αὐτούς, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο, εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἵνα ἡ Γραφὴ πληρωθῇ. Νῦν δὲ πρὸς σὲ ἔρχομαι, καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ, ἵνα ἔχωσι τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν ἑαυτοῖς.» Συνίης οὖν ὅπως ἀπὸ μόνης ὥσπερ ἡμῖν τῆς ἀνθρωπότητος ἔν γε τουτοισὶ κατασημαίνεσθαι δοκεῖ. Β— Ὀρθότατα ἔφης. Α— Οἰησόμεθα γὰρ οὔτι που κεκρύφθαι τε καὶ ἀποδημεῖν τοῦ κόσμου, καίτοι λέγοντα σαφῶς· «Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ὅπου ἐὰν συναχθῶσι δύο ἢ τρεῖς εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν.» Καὶ πάλιν· «Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος.» Ἴδοις δ' ἂν καὶ αὐτὸν τὸν ἱερώτατον Παῦλον καταρρᾳθυμοῦντα πολλάκις τοῦ καὶ ἄνθρωπον δεῖν ἀνακηρύττειν αὐτόν. «Παῦλος γάρ φησι, ἀπόστολος οὐκ ἀπ' ἀνθρώπων οὐδὲ δι' ἀνθρώπων, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ.» Καὶ αὖ ἐπὶ τούτοις· «Γνωρίζω δὲ ὑμῖν τὸ Εὐαγγέλιον, φησί, τὸ εὐαγγελισθὲν ὑπ' ἐμοῦ, ὅτι οὔκ ἐστι κατὰ ἄνθρωπον. Οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὐδὲ ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ.» Καὶ μὴν καὶ ἑτέρωθί φησιν· «Εἰ δὲ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκ ἔτι γινώσκομεν.» Τίς οὖν ἐστιν Ἰησοῦς ὁ Χριστός, ὁ τὴν οὕτως ἀπόρρητον ἀπλανῆ τε καὶ θείαν ἀποκάλυψιν τῶν ἑαυτοῦ μυστηρίων ἐναστράπτων αὐτῷ; Ἆρ' οὐχὶ γενόμενος σὰρξ ὁ Λόγος, καὶ τὴν ἐκ γυναικὸς δι' ἡμᾶς οὐκ ἀτιμάσας γέννησιν; Β— Πάνυ μὲν οὖν. Διαμεμνήσομαι γὰρ τοῦ μακαρίου λέγοντος Γαβριὴλ πρὸς τὴν ἁγίαν Παρθένον· «Μὴ φοβοῦ, Μαριάμ· ἰδοὺ γὰρ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.» Καινὸν δὲ οἶμαι τουτὶ παρὰ τοῦ Πατρὸς ὄνομα δεδόσθαι τῷ Λόγῳ διὰ τῆς ἀγγέλου φωνῆς. Προανεκεκράγει γὰρ οὕτω καὶ χρησμῴδημα προφητικόν· «Καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ τὸ καινὸν ὃ ὁ Κύριος ὀνομάσει αὐτό.» Α— Ὅτε τοίνυν ὁ συναΐδιος τῷ Πατρὶ καὶ πρὸ παντὸς αἰῶνος Υἱὸς καὶ Μονογενὴς ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς γέγονεν ἄνθρωπος, γεγέννηται δὲ διὰ γυναικός, καὶ ὡρίσθη μὲν υἱός, κεχρημάτικε δὲ καὶ πρωτότοκος, καὶ γέγονεν «ἐν πολλοῖς ἀδελφοῖς,» τότε καὶ ὁ φύσει πατὴρ ὁρίζει τοὔνομα, τοῖς τῆς πατρότητος, ἵν' οὕτως εἴπωμεν, ἑπόμενος νόμοις.