Ancient Greek
Page 698
Cyrillus Theol., De incarnatione unigeniti 698
Not analysed yet
τὸν ἐκ Θεοῦ Πατρὸς πεφηνότα Λόγον τῆς αὐτῷ προσούσης οὐσιώδους ὑπεροχῆς καὶ τῆς πρὸς αὐτὸν ἀκριβοῦς ἐμφερείας, καὶ τῆς ἀγγέλων εὐκλείας ἡττώμενον βλέποντες διὰ τὸ τῆς οἰκονομίας σμικροπρεπές; Β— Οὐμενοῦν. Οἶμαι γὰρ δεῖν οὔτε τῶν ἀνθρωπίνων ἀπαλλάττειν παντελῶς τὸν ἐκ Θεοῦ Λόγον μετὰ τὴν πρὸς σάρκα σύνοδον, οὔτε μὴν δόξης τῆς θεοπρεποῦς ἀποστερεῖν τὸ ἀνθρώπινον εἰ ἐν Χριστῷ νοοῖτο καὶ λέγοιτο. Πλὴν ἐρομένους ἴσθι τοί τινας· Τίς δὴ ἄρα ἐστὶν ἀληθῶς Ἰησοῦς ὁ Χριστός; Ὁ ἐκ γυναικὸς ἄνθρωπος, ἢ γοῦν ὁ ἐκ Θεοῦ Λόγος; Α— Ἠλίθιον μὲν κομιδῇ τὸ διατείνεσθαι περιττὰ καὶ φληνάφοις εἰκαιομυθίαις ἀνταναφωνεῖν. Ἐρῶ δ' οὖν ὅτι σφαλερόν τε καὶ οὐκ ἀζήμιον τὸ διατέμνειν εἰς δύο καὶ ἀναμέρος ἱστᾶν ἄνθρωπόν τε καὶ Λόγον, οὐκ ἀνεχομένης τῆς οἰκονομίας, καὶ Χριστὸν ἕνα βοώσης τῆς θεοπνεύστου Γραφῆς. Χρῆναι γὰρ ἔγωγέ φημι μήτε τὸν ἐκ Θεοῦ Λόγον ἀνθρωπότητος δίχα, μήτε τὸν ἐκ γυναικὸς ἀποτεχθέντα ναόν, οὐχ ἑνωθέντα τῷ Λόγῳ, Χριστὸν Ἰησοῦν ὀνομάζεσθαι. Ἀνθρωπότητι γὰρ καθ' ἕνωσιν οἰκονομικὴν ἀπορρήτως συνενηνεγμένος ὁ ἐκ Θεοῦ Λόγος νοεῖται Χριστός, ἀνωτέρω μὲν ἀνθρωπότητος ὡς φύσει Θεὸς καὶ Υἱός, ὑφιζάνων δέ τι βραχὺ τοῦ ἐν δόξῃ θεοπρεποῦς ὡς ἄνθρωπος. Τοιγάρτοι ποτὲ μὲν ἔφασκεν· «Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα. Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,» ὁτὲ δὲ αὖ πάλιν· «Ὁ Πατήρ μου μείζων μού ἐστιν.» Οὐ μείων γὰρ ὢν τοῦ Πατρὸς κατά γε τὸ ἐν οὐσίᾳ ταὐτὸν καὶ κατὰ πᾶν ὁτιοῦν τὸ ἰσοστατοῦν, ἐν ἐλάττοσιν εἶναί φησι διὰ τὸ ἀνθρώπινον. Κηρύττεται δὲ καὶ διὰ τῶν ἱερῶν Γραμμάτων ποτὲ μὲν ὡς ὅλος ὢν ἄνθρωπος, σεσιωπημένης αὐτοῦ τῆς θεότητος οἰκονομικῶς, ποτὲ δὲ αὖ πάλιν ὡς Θεός, σεσιγημένης αὐτοῦ τῆς ἀνθρωπότητος. Ἀδικεῖται δὲ κατ' οὐδένα τρόπον διὰ τὴν ἀμφοῖν εἰς ἑνότητα σύμβασιν. Β— Πῶς λέγεις; Συνίημι γὰρ οὐ σφόδρα. Α— Ὁ Ἑβραῖος ἐξ Ἑβραίων καὶ φυλῆς Βενιαμίν, ὁ κλητὸς ἀπόστολος, ἐπιστέλλει τοῖς διὰ πίστεως δεδικαιωμένοις καὶ κατανεκρώσασι τὰ μέλη τῆς σαρκός, πορνείαν δὴ λέγω καὶ πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν· «Ἀπεθάνετε γάρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ.» Αὐτός γε μὴν ἔφη περὶ τῶν ἑαυτοῦ μαθητῶν· «Πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς.