Ancient Greek
Page 706
Cyrillus Theol., De incarnatione unigeniti 706
Not analysed yet
Α— Καὶ μὴν ἄνδρα λέγων τὸν ὅσον οὐδέπω παρεσόμενόν τε καὶ ὀφθησόμενον, αὐτὸν ἔφη βαπτίζειν ἐν πυρὶ καὶ ἁγίῳ Πνεύματι, οὐ τὸ ἀλλότριον τοῖς βαπτιζομένοις ἐνιέντα Πνεῦμα δουλοπρεπῶς καὶ ὑπουργικῶς, ἀλλ' ὡς Θεὸν κατὰ φύσιν μετ' ἐξουσίας τῆς ἀνωτάτω, τὸ ἐξ αὐτοῦ τε καὶ ἴδιον αὐτοῦ, δι' οὗ καὶ ὁ θεῖος ἡμῖν ἐνσημαίνεται χαρακτήρ. Ἀναμορφούμεθα γὰρ ὡς εἰς εἰκόνα τὴν θείαν εἰς Χριστὸν Ἰησοῦν, οὐ σωματικὸν ὑπομένοντες τὸν ἀναπλασμόν— κομιδῇ γὰρ εὔηθες οἴεσθαι τουτί—διὰ δὲ τοῦ μεταλαχεῖν ἁγίου Πνεύματος, αὐτὸν ἐν ἑαυτοῖς πλουτοῦντες Χριστόν, ὡς ἤδη χαίροντας ἐκεῖνο φωνεῖν· «Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης.» «Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε,» φησίν. Β— Ἆρ' οὖν εἰς ἄνθρωπον βεβαπτίσμεθα, καὶ τοῦτο εἶναι φήσομεν ἀληθές; Α— Εὐφήμει, ἄνθρωπε. Τί δρᾷς, ὦ οὗτος; Κατακομίζεις ἡμῶν εἰς γῆν τὴν ἐλπίδα. Βεβαπτίσμεθα γὰρ οὐκ εἰς ἄνθρωπον ἁπλῶς, ἀλλ' εἰς Θεὸν ἐνηνθρωπηκότα καὶ ἀνιέντα ποινῆς καὶ τῶν ἀρχαίων αἰτιαμάτων τοὺς τὴν εἰς αὐτὸν πίστιν εἰσδεδεγμένους. Καὶ γοῦν ὁ θεσπέσιος Πέτρος Ἰουδαίοις ἔφη προσλαλῶν· «Μετανοήσατε οὖν, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν τῶν ἁμαρτιῶν ὑμῶν, καὶ λήψεσθε τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος.» Ἀπολύων γὰρ ἁμαρτίας τὸν αὐτῷ προσκείμενον, τῷ ἰδίῳ λοιπὸν καταχρίει Πνεύματι, ὅπερ ἐνίησι μὲν αὐτὸς ὡς ἐκ Θεοῦ Πατρὸς Λόγος, καὶ ἐξ ἰδίας ἡμῖν ἀναπηγάζει φύσεως, κοινὸν δὲ ὥσπερ τὸ χρῆμα τιθεὶς τῇ μετὰ σαρκὸς οἰκονομίᾳ διὰ τὴν ἕνωσιν, καὶ ὡς ἄνθρωπος ἐνέπνει σωματικῶς. Ἐνεφύσησε γὰρ τοῖς ἀποστόλοις εἰπών· «Λάβετε Πνεῦμα ἅγιον,» καὶ «οὐκ ἐκ μέτρου δίδωσι τὸ Πνεῦμα,» κατὰ τὴν Ἰωάννου φωνήν, ἀλλ' αὐτὸς ἐνίησιν ἐξ ἑαυτοῦ καθάπερ ἀμέλει καὶ ὁ Πατήρ. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος, ὅλην ἀποστήσας τὴν ἔν γε τούτῳ διαφοράν, ποτὲ μὲν αὐτὸ τῷ Θεῷ καὶ Πατρὶ προσνέμων ὁρᾶται, ποτὲ δὲ αὖ τῷ Υἱῷ. Γράφει γὰρ ὧδε· «Ὑμεῖς δὲ οὔκ ἐστε ἐν σαρκί, ἀλλ' ἐν Πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν. Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὔκ ἐστιν αὐτοῦ. Εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν διὰ τὴν ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην.»