Ancient Greek · ~10 min
Page 707
Cyrillus Theol., De incarnatione unigeniti 707
Not analysed yet
Β— Ἄραρεν οὖν ὅτι ἴδιόν ἐστι τὸ Πνεῦμα τοῦ Υἱοῦ, καὶ οὔτι που μόνον ᾗ Λόγος ἐστὶ πεφηνὼς ἐκ Πατρός, ἀλλ' εἰ καὶ νοοῖτο καθ' ἡμᾶς ἄνθρωπος γεγονώς. Α— Ἴδιον ὡς ἐκ Πατρὸς ἐν ὁμοουσίῳ γεννήματι τῷ ἐξ αὐτοῦ φύντι Λόγῳ, καὶ εἰ λέγοιτο λαβεῖν ὅτε γέγονεν ἄνθρωπος ὁ τῶν τῆς θεότητος ἰδιωμάτων ὡς ἐν ἰδίᾳ φύσει τητώμενος. Καὶ γοῦν αὐτὸς ὑπάρχων ἡ πάντων ζωή, διὰ τὴν ἐκ ζῶντος Πατρὸς ἄρρητον γέννησιν, ζωοποιεῖσθαι λέγεται μεθ' ἡμῶν. Πάρα δ' οὖν ὅμως ἰδεῖν χαριζόμενον μὲν τῇ ἰδίᾳ σαρκὶ τῆς θεοπρεποῦς ἐνεργείας τὴν δόξαν, οἰκειούμενον δὲ αὖ τὰ σαρκὸς καὶ οἱονεί πως καθ' ἕνωσιν οἰκονομικήν, καὶ τῇ ἰδίᾳ περιτιθέντα φύσει. Β— Τίνα φὴς τρόπον; Α— Ἦ οὐχὶ δὴ μάλιστα πρέπειν ἐρεῖς τῷ γε ὄντι κατὰ φύσιν ἐκ Θεοῦ Πατρὸς Λόγῳ τὸ ἄνωθεν ἥκειν καὶ ἐξ οὐρανοῦ τὸ ζωογονεῖν δύνασθαι τὰ οἷς ἂν ἐνιέναι βούλοιτο τὴν ζωήν; Β— Φημί. Α— Τί δέ; Τὸ δημιουργεῖν, εἰπέ μοι, θεϊκῶς, δοίης ἂν εἶναι τῶν ἀνθρωπίνων; Β— Οὐκ ἔγωγε. Α— Τί τοίνυν ἡμᾶς ζωοποιεῖ μὲν ὡς Θεός, πλὴν οὐ μόνῳ τῷ μεταλαχεῖν ἁγίου Πνεύματος, ἀλλ' ἐδεστὴν παραθεὶς καὶ τὴν ἀναληφθεῖσαν σάρκα; Ἔφη γὰρ ὅτι «Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς.» Κατακερτομούντων δὲ αὐτὸν τῶν Ἰουδαίων ποτέ, καὶ τὴν ἐπὶ τοῖς ἀμείνοσι ψῆφον ἀνάπτειν, οὐκ οἶδ' ὅπως, ἐπικεχειρηκότων τῷ μακαρίῳ Μωϋσεῖ, εἰρηκότων δὲ ἀναφανδόν· «Οἱ πατέρες ἡμῶν ἔφαγον τὸν μάννα ἐν τῇ ἐρήμῳ, καθώς ἐστι γεγραμμένον, Ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν. Τί ποιεῖς σὺ σημεῖον, ἵνα πιστεύσωμέν σοι;» Τί ἐργάζῃ, ὡς ἄνωθεν ἡμῖν καὶ ἐξ οὐρανοῦ κατακομίσας τὸ σῶμα; Φησίν· «Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν. Ὁ γὰρ ἄρτος τοῦ Θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ.» Καὶ πρός γε τουτοισὶ πάλιν, μονονουχὶ καὶ δακτύλῳ καταδεικνὺς ἑαυτὸν ἐνσώματον, «Ἐγώ εἰμι, φησίν, ὁ ἄρτος ὁ ζῶν, ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς. Ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου, ζήσεται εἰς τὸν αἰῶνα. Καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω ἡ σάρξ μού ἐστιν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ. Καθὼς ἀπέστειλέ με ὁ ζῶν Πατήρ, κἀγὼ ζῶ διὰ τὸν Πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος ζήσει δι' ἐμέ.»