Ancient Greek · ~9 min
Page 708
Cyrillus Theol., De incarnatione unigeniti 708
Not analysed yet
Καίτοι πῶς οὐκ ἀτρεκὲς εἰπεῖν ὡς οὐ καταπεφοίτηκεν ἐξ οὐρανῶν ἡ σάρξ, ἀλλ' ἦν ἐκ Παρθένου, κατὰ τὰς Γραφάς; Ἔστι δὲ <οὐκ ἐδεστὸς> ὁ Λόγος ἀλλ' εἰς ἓν ἄμφω συλλέγων, καὶ ὥσπερ ἀλλήλοις ἀνακιρνὰς τὰ τῶν φύσεων ἰδιώματα, διὰ μυρίων ὅσων ἡμῖν ὁρᾶται λόγων. Νικοδήμῳ μὲν γὰρ οὐ συνιέντι τὸ μυστήριον, ἀνακεκραγότι δὲ ἀμαθῶς· «Πῶς δύναται ταῦτα γενέσθαι; Εἰ τὰ ἐπίγεια, φησίν, εἶπον ὑμῖν καὶ οὐ πιστεύετε, πῶς ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια πιστεύσετε; Καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ Υἱὸς τοῦ <ἀνθρώπου>.» Ἰουδαίοις δὲ πάλιν τὴν ἴσην ἐκείνῳ νοσοῦσιν ἀπαιδευσίαν, καὶ διαγελᾶν, οὐκ οἶδ' ὅπως, ἑλομένοις αὐτὸν ἐπείπερ ἔφη ζωοποιὸν καὶ ἐξ οὐρανοῦ τὸ ἴδιον σῶμα, «Τοῦτο ὑμᾶς σκανδαλίζει; φησίν. Ἐὰν οὖν θεωρῆτε τὸν Υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον;» Ἦ οὐχὶ τετέχθαι φήσομεν ἐκ γυναικὸς τὸν Ἐμμανουήλ; Β— Πῶς γὰρ οὔ; Α— Ποῦ τοιγαροῦν τὸ πρότερον ἦν; Ἢ πῶς ἀναβέβηκεν ἔνθαπερ εἶναί φησιν αὐτός, καίτοι τεχθέντος διὰ τῆς ἁγίας Παρθένου τοῦ ἑνωθέντος αὐτῷ σώματος; Οὐχὶ δὲ καὶ ἀπρακτεῖν ὁμολογήσαιμεν ἂν τὴν ἀπὸ γῆς σάρκα πρὸς τὸ δύνασθαι ζωοποιεῖν, ὅσον ἧκεν εἰς ἰδίαν φύσιν; Β— Ἀληθές. Α— Πῶς οὖν, εἰπέ μοι, ζωοποιὸς ἡ σάρξ; Ἢ πῶς ἂν νοοῖτο καὶ ἐξ οὐρανοῦ τὸ ἀπὸ τῆς γῆς; Β— Καθ' ἕνωσιν, οἶμαι, τὴν πρὸς τὸν ζῶντά τε καὶ οὐρανόθεν Λόγον. Α— Πεφρονηκὼς ἴσθι τὰ λίαν ὀρθὰ καὶ τοῖς ἱεροῖς συμβαίνοντα λόγοις. Εἴη γὰρ ἂν οὐχ ἑτέρως καὶ Δημιουργὸς θεϊκῶς, καὶ ὅτε μὴ δίχα νοοῖτο σαρκός. Συλλήπτορα δὲ τοῦ λόγου ποιήσομαι πάλιν ὡδὶ γεγραφότα τὸν θεσπέσιον Παῦλον· «Εὐχαριστοῦντες τῷ Θεῷ καὶ Πατρί, τῷ ἱκανώσαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί, ὃς ἐρρύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ, ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν, ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε Θρόνοι, εἴτε Κυριότητες, εἴτε Ἀρχαί, εἴτε Ἐξουσίαι, τὰ πάντα δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται, καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκε, καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ