Ancient Greek
Page 710
Cyrillus Theol., De incarnatione unigeniti 710
Not analysed yet
Ἦ γὰρ οὐχὶ διὰ τῆς ἁγίας Παρθένου τετέχθαι πιστεύομεν ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς τὸν Ἐμμανουήλ; Β— Ναί. Ταῖς γάρ τοι θείαις οὐκ ἀντεροῦμεν Γραφαῖς. Α— Τὸ δὲ δὴ χθές, εἰπέ μοι, καὶ τήμερον καιρὸν ἡμῖν, ὦ φιλότης, οὐχὶ τὸν ἐνεστηκότα καὶ τὸν ἤδη παρῳχηκότα κατασημήνειαν ἄν; Β— Φημί. Α— Πῶς οὖν ὁ αὐτὸς εἴη ἂν εἴς γε τὸν παρῳχηκότα, καίτοι γένεσιν οὔπω τὴν κατὰ σάρκα λαβών; Β— Ὅτι ἦν ὁ Λόγος καὶ ἐν ἀρχῇ, καὶ ὡς ἐξ ἀϊδίου καὶ ἀτρέπτου πεφηνὼς τοῦ Θεοῦ καὶ Πατρός, ἔχει καὶ αὐτὸς ἐν ἰδίᾳ φύσει τὸ ἀΐδιον τε καὶ ἄτρεπτον. Α— Ἐπαινῶ τὴν δόξαν· ἔχει γὰρ ὧδε καὶ λίαν ὀρθῶς. Φιλοπευστοῦντι δ' οὖν ὅμως φράσαις ἄν, ὠγαθέ. Β— Τὸ τί; Α— Ἦ οὐχὶ νεώτατον κομιδῇ, καὶ τοῖς τῆς ἐνανθρωπήσεως χρόνοις συνδεδραμηκὸς ὄνομα τῷ Λόγῳ τὸ Ἰησοῦς Χριστός; Β— Καὶ μὴν τοῦτο ἡμῖν διὰ πλείστων ὅσων ἐδείχθη λόγων. Α— Σύνες οὖν ὅτι Χριστὸν Ἰησοῦν, καὶ οὐ μονοειδῶς τὸν Λόγον, χθές τε καὶ σήμερον τὸν αὐτὸν εἶναί φησι, καὶ εἰς τοὺς αἰῶνας. Πῶς δ' ἂν ἔχοι τὸ ἄτρεπτόν τε καὶ τὴν ἐν ταυτότητι διαμονὴν ἡ ἀνθρώπου φύσις, καίτοι κίνησιν ὑπομένουσα, καὶ πρό γε τῶν ἄλλων τὴν ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι καὶ ζῆν; Β— Διημάρτηκεν οὖν ἄρα τἀληθοῦς ἡμῖν τὸ Γράμμα τὸ ἱερόν, καὶ τὸν χθὲς οὐκ ὄντα προεῖναί φησι; Α— Φαίην ἂν οὐχὶ τοῦτο ἐγώ. Πολλοῦ γε καὶ δεῖ. Χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας Χριστὸς Ἰησοῦς. Τὸ δὲ τοῦ Λόγου πρεσβύτατον καὶ ἀκλινὲς ἥκιστα μὲν ἀρνήσομαι, καὶ εἰ γέγονε σάρξ. Οἰήσομαι δὲ καθ' ἕνωσιν μετὰ τῆς ἰδίας σαρκὸς ὡς χθὲς ὄντα καὶ προϋπάρχοντα καταδηλοῦσθαι πάλιν αὐτόν. Καὶ γοῦν ἐμυσάττετο μὲν ὁ παράφρων Ἰουδαῖος, καὶ καταλιθοῦν ἐπεχείρει, τὴν πίστιν οὐ προσιέμενος. Κατατεθήπει γὰρ ὅτι, καίτοι καθ' ἡμᾶς ὁρώμενος ἄνθρωπος, τῆς ὑπὲρ ἄνθρωπον ἀρχαιότητος ἑαυτῷ τὸ πρεσβύτερον ἐπεμαρτύρει, λέγων ὡς Θεός· «Ἀμὴν ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι, ἐγὼ εἰμί.» Ὅτε καὶ πρὸς τοῦτο ἔφασκον ἐκεῖνοι· «Πεντήκοντα ἔτη οὔπω ἔχεις, καὶ Ἀβραὰμ ἑώρακας;» Ἔφη δὲ καὶ Ἰωάννης· «Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. «Καίτοι πῶς ἄνδρα τε εἰδὼς καὶ ὀνομάζων τὸν Ἐμμανουὴλ ἔμπροσθέν τε αὐτοῦ καὶ πρῶτον γενέσθαι φησὶ τὸν ὀψιγενῆ τε καὶ μετ' αὐτόν; Β— Ἔμπροσθεν αὐτὸν καὶ πρῶτον γενέσθαι φησὶ κατά γε τὴν δόξαν, ὥσπερ οὖν ἔπεισί μοι νοεῖν.