Ancient Greek · ~9 min
Page 711
Cyrillus Theol., De incarnatione unigeniti 711
Not analysed yet
Α— Καὶ μὴν ὅτι κίβδηλόν τε καὶ ἀμαθὲς τὸ τῇδε νοεῖν οὐκ ἐκ μακρῶν εἴσῃ λόγων. Παραδεξάμενοι γὰρ τὸ ἔμπροσθεν εἰς τὸ ἄμεινον ἐν δόξῃ, κατὰ τὸν ἴσον που λόγον καὶ τὸ ὀπίσω φήσομεν τὸ ὡς ἐν εὐκλείᾳ δεύτερον εὖ μάλα καταδηλοῦν. Περιέστη δὴ οὖν, ὡς ἔοικε, τῆς Ἰωάννου δόξης ἡττᾶσθαι Χριστόν, καὶ ὀπίσω δραμεῖν, ἀσυνέτως ὑπονοεῖν. Ἔφη γὰρ ὅτι «Ὀπίσω μου ἔρχεται ἀνήρ.» Β— Φεῦ τῆς ἀτοπίας. Οἰησόμεθα γὰρ οὐχ ὧδε ἔχειν, ἐννενοηκότες ὀρθῶς τὸ ἐν Ψαλμοῖς γεγραμμένον· «Ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ; Καὶ τίς ὁμοιωθήσεται τῷ Θεῷ ἐν υἱοῖς Θεοῦ;» Α— Ἀναθετέον οὖν ἄρα καὶ μετὰ σαρκὸς αὐτῷ τὸ πρεσβύτατον, ὡς Θεῷ κατὰ φύσιν ἑνωθέντι σαρκὶ καὶ τὰ τῆς ἰδίας φύσεως ἀγαθὰ κοινοποιεῖν εἰωθότι τῷ ἰδίῳ σώματι. Β— Ἄριστα ἔφης. Α— Τοῦτο δ' ἂν μάθοις ὧδέ τε ἔχον καὶ εἰρημένον ὀρθῶς καὶ ἐξ ἑτέρων, ὦ τᾶν, εἴπερ ἕλοιο, μαρτυριῶν. Ἔφη μὲν γάρ που Θεὸς περὶ τοῦ ἐκ σπέρματος Δαυεὶδ τὸ κατὰ σάρκα Χριστοῦ δι' ἑνὸς τῶν ἁγίων προφητῶν· «Καὶ σύ, Βηθλεέμ, οἶκος τοῦ Ἐφραθᾶ, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα· ἐκ σοῦ μοι ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραήλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος.» Περὶ δέ γε τῶν υἱῶν Ἰσραὴλ ὁ ἱερώτατος Παῦλος· «Ὅτι πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσθησαν ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ, καὶ πάντες βρῶμα τὸ πνευματικὸν ἔφαγον, καὶ πάντες τὸ αὐτὸ πνευματικὸν ἔπιον πόμα. Ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας. Ἡ δὲ πέτρα ἦν ὁ Χριστός.» Ἄθρει δὴ οὖν ἐν Χριστῷ Ἰησοῦ καθ' ἕνωσιν οἰκονομικὴν τὸ ἰδικῶς τοῦ Λόγου πρεσβύτατον. Ἦ οὐκ ἐναργὴς ὁ λόγος; Τὸν γάρ τοι Βηθλεεμίτην ὡς ἄνθρωπον καὶ ἐκ γυναικὸς ἀπ' ἀρχῆς αἰῶνος τὰς ἐξόδους ἔχειν εὖ μάλα φησίν. Ἐν ἀρχῇ γὰρ ἦν καὶ πρὸ παντὸς αἰῶνος ὁ ἐνανθρωπήσας Λόγος, καὶ αὐτὸς ἦν ἡ πέτρα δεδιψηκότα τὸν Ἰσραὴλ τοῖς παρ' ἐλπίδα καὶ ἀδοκήτοις ἐκμεθύσκων νάμασι, καίτοι γεννηθεὶς κατά γε τὴν σάρκα καὶ τὸ ἀνθρώπινον ἐν ἐσχάτοις καιροῖς, καὶ κεχρισμένος εἰς τὴν εἰς κόσμον ἀποστολὴν παρὰ τοῦ Θεοῦ καὶ Πατρός. Κατωνόμασται γὰρ οὐχ ἑτέρου του χάριν ἀλλ' ἢ διὰ τοῦτο Χριστός· Χριστὸς δὲ ἦν ἡ πέτρα, κατὰ τὸν Παῦλον. Ἦ ἐνδοιαστὸν τὸ χρῆμα ἐρεῖς; Β— Οὐδαμῶς. Α— Ἐπαγωνιεῖται δὲ αὖ καὶ συναθλήσει τῷ λόγῳ καὶ