Ancient Greek
Page 385
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 385
Not analysed yet
πεπρᾶχθαι γὰρ ὧδε καὶ μάλα εἰκός. Λαμπρὰ δὲ νῦν μόλις ἔδειξεν εὐδία. Β. Λέγεις ἀληθῆ. Γῆράς τε γὰρ ἀεὶ δυσπέμφελον, καὶ ἐς τὸ ἔξω ἰέναι δυσοκνότατα ἔχον, ἢν μάλιστα ὕοι. Α. Εὔχαρι δὴ οὖν καὶ εὐθυεπὲς τό, εἴπερ τις ἕλοιτο, τοῖς ἐν τῇ ἁλί σε παρεικάζειν ἰχθῦσιν, οἳ πνεύματος μὲν ἀπηνοῦς καὶ δυσηχεστάτου διακυκῶντος τὸ ῥόθιον καὶ ῥοιζηδὸν καταθρώσκοντος, χηραμούς τε τοὺς ἐν βυθῷ καθ' ἕνα τε καὶ ἀγεληδὸν εἰσχέονται, καὶ ὥσπερ τινὰ δρυμὸν ἢ λόχμην τὴν εὐανθῆ πόαν εἰσδύνοντες, ἐκμηχανῶνται τὸ ὠφελοῦν· ἐπειδὰν δὲ τοῖς ὕδασι τὸ τῆς ἡλίου βολῆς ἐπινήχηται σέλας, ὅλην τε αὖ ἤδη καταθρήσειαν οἱονεὶ γελῶσαν τὴν θάλασσαν, ἀναθαρροῦσί τε καὶ ἀνανήχονται, καὶ ἐπ' ἄκρων σκαίρουσι κυμάτων, δεῖμά τε ὁμοῦ καὶ ὄκνον ἀποπεμψάμενοι. Β. Ὡς εὖ ἴσθι τοι μὴ ἑτέρως τό γε ἐμόν, ὦ τᾶν, ἢ οὕτως ἔχειν. Α. Ὄχλου δὲ δὴ καὶ πραγμάτων εἶ τέως ἀπωτάτω, καὶ ἐνηρεμεῖ σοι κατὰ τὴν ἑστίαν ὁ νοῦς, καθάπερ ἐγᾦμαι. Β. Καὶ τί τὸ ἐντεῦθεν; Α. Πλείστη τις ὅση καὶ ἁγιοπρεπὴς ἡ ὄνησις. Ἢ οὐχὶ δή τι τῶν ἀγαθῶν καὶ ταῖς ἠρεμίαις δώσομεν; Β. Μάλιστά γε. Α. Τὸ γάρ τοι παρὰ Θεοῦ διὰ τῆς τοῦ Ψάλλοντος ᾀδόμενον λύρας ἀληθῆ που πάντως τὸν ἐπὶ τούτῳ λόγον ἀποφανεῖ. Β. Τὸ ποῖον δὴ φῄς;