Ancient Greek
Page 386
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 386
Not analysed yet
Α. «Σχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ Θεός.» Ὄψις μὲν γὰρ ἡ σωματική, κόνεώς τε καὶ καπνοῦ καὶ ἑτέρου παντὸς τοῦ καταθολοῦν ἰσχύοντος ἐλευθέρα, λεπτὴν καὶ ἀπαρεμπόδιστον ἐνίησι τὴν ἐνέργειαν τοῖς ὑποπίπτειν εἰωθόσιν αὐτῇ. Εἰ δὲ δή πού τι κατασίνοιτο τῶν παθῶν, μεῖον μὲν ἢ χρὴ τοῖς ὁρωμένοις προσβαλεῖ, ἀφαμαρτήσει δὲ ὅτι καὶ αὐτῆς τῆς ἀκριβείας ἔσθ' ὅτε τὸ ἀπεικὸς οὐδέν. Νοῦς γε μὴν ὁ ἀνθρώπινος, εἰ μὲν ἠρεμαῖός τις εἴη καὶ καθεστηκώς, καὶ φαντασίας ἑώλου καὶ βδελυρᾶς ἀποφοιτᾷν εἰθισμένος, ὀξύ τε καὶ διειδὲς ἐμβλέψεται, καὶ ἀπλανῆ τῶν ὄντων εἰσδέξεται γνῶσιν. Εἴ γε μὴν ὑπό του καταπαχύνοιτο τῶν παθῶν, οὔτ' ἂν αὐτό ποτε τὸ θεῖον διόψεται κάλλος, ἐνιζήσει δὲ ὥσπερ τοῖς γεωδεστέροις, καθάπερ τὰ τῶν στρουθίων διάβροχα τὴν εἰς τὸ ἄνω πτῆσιν τῷ δεδέσθαι παρῃρημένα. Β. Εὖ λέγεις. Α. Ἆρ' οὖν, ὦ Ἑρμεία, σχολαῖος οἴκοι διατελῶν, ταυτησὶ τῆς θείας ἀπομεμνῆσθαι φωνῆς ὅτι προσῆκεν ἡγῇ; Καί σοι καθὰ χθὲς καὶ πρώην βίβλοι μὲν μετὰ χεῖράς εἰσιν ἱεραί, φιλομαθεστάτη δέ τις ἐντρέφεται προθυμία τῷ νῷ, καθάπερ τινὰ τῶν εὐρινοτάτων παραθήγουσα κυνῶν, εἰς φιλοθηρίαν ὧν ἂν δέῃ σε μαθεῖν; Ἢ τάχα που καὶ τῆς ἐπὶ τούτοις ἀφιλεργίας ἀνάψομεν τὰς αἰτίας, ἀφηβηκότι τῷ χρόνῳ τῆς τοῦ σώματος ἡλικίας, ἢ γοῦν ἕτερόν τι καὶ οὐκ ἀληθὲς ἐρεῖς; Κατακερτομοίην δ' ἂν ὡς ἥδιστά σε, τοιόνδε τι λέγων ὡς φιλοψευδές τι χρῆμα καὶ τὰ ἐφ' οἷς ἂν βούλοιτό ποτε καὶ λέγοι πιστὸς ἑτοιμότατα δέχεσθαι ζητοῦν ἄνθρωπος γέρων. Β. Πολλὰ μὲν ἂν ἔχοιμι τῆς τοῦ σώματος ἀρρωστίας κατηγορεῖν· ἐπ' αὐτὰς γὰρ ἥκομεν τὰς τοῦ βίου δυσμάς· τὸ δ' οὖν ἀναγκαῖον ἐρῶ, παρεὶς τὰ τοιαῦτα νυνί. Χρηστομαθὴς γὰρ ἀεί πως ὁ νοῦς μὲν ἐμοί, γλίχεται δὲ οὐδενός πω τάχα πλὴν τοῦδέ τε καὶ μόνου· ἀλλ' ὥσπερ τινὰ πῶλον εὐγενῆ τε καὶ δρομικώτατον, καίτοι ποδῶν ἀρετὴν ἀναφαίνειν ἐθέλοντα, τὰ μὴ σφόδρα τῶν πεδίων ἐψιλωμένα καὶ οὐχ ἑκόντα παραβιάζεται διακεκομμένην ὥσπερ καὶ οὐκ εἰς ἅπαν τεθαυμασμένην τῆς ἐνούσης εὐσθενείας αὐτῷ ποιεῖσθαι τὴν ἔνδειξιν· κατὰ τὸν ἴσον, οἶμαι, τουτονὶ τρόπον, καὶ αὐτὸν ἐμὲ θερμῇ τινι καὶ ἀσχέτῳ προθυμίᾳ κατισχημένον εἰς τὸ δεῖν ἑλέσθαι πολυπραγμονεῖν τὰ παρὰ τῇ θεοπνεύστῳ Γραφῇ, δυσέμβατά τε καὶ ἀστιβῆ κατάγχει χωρία, οὐχ