Ancient Greek
Page 388
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 388
Not analysed yet
ἀληθείας ἐκκολακεύοντες, λόγον παρατρέπουσι ποικίλως ἐπὶ τὸ σφίσι δοκοῦν, καὶ σφηκῶν ἀγρίων διιπτάμενοι δίκην, πόλεις τε ὁμοῦ καὶ χώρας καταβομβοῦσι δεινῶς, «τὰ ἀπὸ καρδίας αὐτῶν λαλοῦντες, καὶ οὐκ ἀπὸ στόματος Κυρίου,» κατὰ τὸ γεγραμμένον. Α. Ὡς ἄγαμαί σε τῆς ἀσυγκρίτου φιλοθεΐας, ὦ τᾶν, καί σου δέομαι μὴ καταλῆξαι πώποτε τῆς οὕτως ὀρθῆς καὶ ἀξιεπαινετωτάτου γνώμης. Πλήν, ὦ ἑταῖρε, παρά σοι μετέχειν καὶ λίαν ἀμογητὶ καὶ ἀμφιλαφῶς ὧν ἐρᾷς, καὶ οὔ τί πού φημι τὸν νοητὸν ἐκβασανίσαι λόγον, ὡς δή τι τῶν πρὸ ἡμῶν ἄμεινον ἐρεῖν καὶ ἐκδιδάσκειν ὑπισχνούμενος. Ἅλις γάρ, ἅλις αἱ τῶν ἁγίων Πατέρων εἰς τοῦτο συγγραφαί, αἷς εἴπερ τις ἕλοιτο νουνεχῶς ὁμιλεῖν καὶ ἐγρηγορότως προσφέρεσθαι, φωτὸς ἂν τοῦ θείου τὸν οἰκεῖον εὐθὺς ἀναμεστώσειε νοῦν. Ἦσαν γὰρ οὐκ αὐτοὶ «λαλοῦντες,» κατὰ τὴν τοῦ Σωτῆρος φωνήν, «ἀλλὰ τὸ Πνεῦμα τοῦ Θεοῦ καὶ Πατρὸς τὸ λαλοῦν ἐν αὐτοῖς.» «Πᾶσα δὲ Γραφὴ θεόπνευστος καὶ ὠφέλιμος.» Ἦ γάρ; Β. Ναί, καὶ τοῦτο ἀληθές· ἀλλ' εἰ κατοκνήσεις αὐτὸς καὶ συνεργάσῃ μὲν τὸ παράπαν οὐδέν, κατεγκλείσας δὲ ὥσπερ ὀδόντων εἴσω τὴν γλῶτταν, ἀπρακτεῖν ἀναπείσεις, τὸ διαρκῶς τε καὶ ἀποχρώντως περὶ τῶν τοιούτων ἡμῖν τοὺς Πατέρας εἰπεῖν, ὡς δυσανάτρεπτόν τε καὶ δυσκαταγώνιστον σκῆψιν, τοῖς τῶν τοιούτων φιλακροάμοσιν ἐπιτειχίζειν ἐπιχειρῶν, οὔτ' ἂν ἐπαινέσαιμι τοῦτο δρᾶν ᾑρημένον, ἐρομένῳ τε εἰπεῖν ἐκεῖνο ἀξιῶ. Α. Τί γὰρ ἄν μου διαπύθοιο; Μὴ γὰρ δὴ κατάθει τοῦ μετρίου φρονήματος, ὦ γενναῖε. Β. Καταθεῖν μὲν οὐ σκοπὸς ἐμοί, πολλοῦ γε καὶ δεῖ· ἀπόκριναι δ' οὖν, καὶ μή με ποικίλως ἀποκόμιζε τῆς θήρας ὧν ἂν χρῄζοιμί σου διαπυνθάνεσθαι. Α. Ἀλλ' ἔρου λοιπόν, εἴ σοι δοκεῖ. Β. Ἆρ' εἴ τῳ τῶν καθ' ἡμᾶς φέρβειν ἐδόκει τὰς κατ' ἀγροὺς οἶς τυχὸν ἢ αἶγας, οὐκ ἂν ᾤου δεῖν καλαύροπός τε καὶ σκυλάκων αὐτῷ, ἵν' ἐξαμύνοιτο μὲν αὐτὸς εἰ δήπου τι τῶν ἀτιθάσσων ἐπιθρώσκοι θηρίων· οἱ δὲ προεκδειματοῦντες ταῖς παρὰ σφῶν ὑλακαῖς, κατακολούοιεν μὲν τῆς ἐφόδου τὸ θράσος, ἀλώβητον δὲ τὴν ἀγέλην τῷ κεκτημένῳ διατηρήσειαν; Α. Ὀρθῶς ἔφης. Β. Εἰ δὲ δὴ καιροῦ διιππεύσαντος ἐκτεθνάναι τινὰς τῶν σκυλάκων συνέβη, εἶθ' ἑτέρους εἰσέφρησεν ὁ ποιμήν, ἆρ' εἰκαῖον ἐν τοῖς δευτέροις ἡ ὑλακὴ καὶ ἐγρήγορσις, ἐπεί τοι τοῖς πρὸ αὐτῶν τὸ εὐδοκιμεῖν ἐν τούτοις ἐδόκει;