Ancient Greek
Page 389
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 389
Not analysed yet
Α. Καὶ πῶς εἰκαῖον τὸ ὠφελοῦν νοοῖτ' ἂν ἢ λέγοιτο; Β. Εἶτα σιωπήσεις ἀνεγκλήτως αὐτός, μόνοις ἡμᾶς τοῖς τῶν Πατέρων συγγράμμασιν ἐφιστάς, τό γε μὴν ἐν ἴσοις ἰέναι θέλειν φιλοθεωτάτοις σπουδάσμασι χρῆμα περιττὸν εἶναι λέγων, καίτοι τῶν ἀγρίων αἱρετικῶν ἀθυρώτῳ τε καὶ ἀπυλώτῳ στόματι τὰς τῶν ἁπλουστέρων δαπανώντων ψυχάς; Α. Οὐκοῦν, ἐπεί με δριμὺς εἰσέδυ πόθος· παρατέθηγμαι γὰρ οὐ μετρίως καὶ παρωρμήθην ἱκανῶς εἰς τὸ ἐθελῆσαι πονεῖν τοῖς σοῖς, ὦ οὗτος, ῥήμασι· φέρε δή, φέρε, παροισθέντων εἰς μέσον τῶν ἀκριβῶς καὶ ἐξητασμένως διωρισμένων ἐν τῇ ἁγίᾳ τε καὶ πανευφήμῳ συνόδῳ, τῇ συνειλεγμένῃ κατὰ καιροὺς ἐν πόλει τῇ Νικαέων, καταθρήσωμεν, εἰ δοκεῖ, τί τοῖς ἑλομένοις ἑτεροδοξεῖν οὐκ ἀδιαβλήτως ἔχειν δοκεῖ. Τὴν γὰρ ἄριστά τε καὶ μετὰ Θεοῦ διωρισμένην τε καὶ ἐκτεθεῖσαν πίστιν παρὰ τῆς ἁγίας καὶ μεγάλης ἐκείνης συνόδου κρηπῖδα καὶ ὑποβάθραν ἀκατάσειστόν τε καὶ ἐρηρεισμένην τῶν ἡμετέρων ψυχῶν εἴ γέ τῳ φάναι σκοπός, δοκιμώτατα μὲν ἐρεῖ, καὶ ἐπαίνων τεύξεται τῶν παρὰ Χριστῷ, πιστότατος δὲ καὶ ἀληθινὸς ἀναλάμψει προσκυνητής. Ἐπ' αὐτῆς δὲ ἡμῖν ἀναγεγράφθω λέξεως τὸ θεῖον καὶ ἱερώτατον τῆς ἁγίας ἐκείνης συνόδου χρησμῴδημα, τουτέστι τὸ ἀπεξεσμένον καὶ τετορευμένον ταῖς εἰς πᾶν ὁτιοῦν ἀληθὲς ἐννοίαις τῆς πίστεως Σύμβολον, ὡς ἂν τοῖς ἐθέλουσι φιλοψογεῖν τῆς καθ' ἡμῶν γλωσσαλγίας μηδεὶς τὸ παράπαν εἰσδεχθείη λόγος, ὡς ὀθνείοις τισὶν ἐπιπηδώντων δόγμασι καὶ παρέντων μὲν ἰέναι τὴν βασιλικὴν <ὁδόν>, ἐπὶ θάτερα δὲ παρεκτετραμμένων, κατὰ τὸ μόνῳ καὶ ἰδίᾳ δοκοῦν. Τουτὶ γὰρ δὴ καὶ αὐτὸς ἐγὼ λογισαίμην ἂν οὐκ εὐμεταχείριστον ἀληθῶς ἀρρώστημα νοῦ. «Σοφία γὰρ ἀνεξέλεγκτος πλανᾶται,» κατὰ τὸ γεγραμμένον. Ἔχει δὲ οὕτως ἡμῖν ἡ τῆς πίστεως ἔκθεσις· Πιστεύομεν εἰς ἕνα Θεόν, Πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν· καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ, γεννηθέντα ἐκ τοῦ Πατρὸς Μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας αὐτοῦ, Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ· γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι' οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ· τὸν δι' ἡμᾶς τοὺς