Ancient Greek
Page 407
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 407
Not analysed yet
δοκοῦν ἴδιον ὥσπερ τι ποιησάμενον θέλημα, τὴν οὕτως ὑπερφυᾶ τοῦ Υἱοῦ φθέγξασθαι φωνήν, ἀνακραγεῖν τε πρὸς τὸν Πατέρα· «Καθὼς ἐγὼ καὶ σὺ ἕν ἐσμεν;» Παρακομιζόντων δὴ οὖν τοιάνδε τινὸς ἡμῖν ἁγίου φωνήν. Ἀλλ' οὐκ ἂν ἔχοιεν, πολλοῦ γε καὶ δεῖ. Τοὐναντίον γάρ, οἶμαι, καταθρήσαι τις ἄν, καίτοι τῆς εἰς λῆξιν εὐσεβείας ἐπειλημμένους, ὅτι τε εἶεν ἁμαρτωλοὶ πολυτρόπως ἐξᾴδοντας, καὶ τῆς οἰκείας φύσεως οὐκ ἐν ἀγνοίᾳ κειμένους. Καὶ ἦν μὲν ἴσως χαλεπὸν οὐδὲν μυρίας μὲν ὅσας κατασωρεῦσαι φωνὰς ἐκ τῶν ἱερῶν ἀναλεξαμένους Γραμμάτων· τό γε μὴν ἐφεῖναι τοῖς φιλομαθέσι διαγυμνάζεσθαι λογισαίμην ἂν οὐκ ἀπὸ σκοποῦ τοῦ πρέποντος. Τετράψομαι δὲ πρὸς τὰ παρ' ἐκείνων· ἄμεινον γὰρ ἤδη τουτί· καὶ δὴ καὶ ἐρῶ, τὸν τῆς καθ' ἡμᾶς ἑνότητος ἀνακυκλήσας λόγον. Πρὸς ἑνότητα μὲν γὰρ τὴν διὰ πίστεως συγκεκομίσμεθά τε καὶ συνηνέχθημεν ὁμολογουμένως, διοίσομεν δὲ κατ' οὐδὲν ἀλλήλων ἑτερότητι τῆς οὐσίας, καὶ εἰ τέμνεταί πως ἕκαστος εἰς ἰδίαν ὑπόστασιν. Ἐσμὲν γὰρ ὁμοειδεῖς, καὶ τῆς ἁπάντων οὐσίας ὅρος τε καὶ λόγος εἷς, ὁ πάντων ἐν ἴσῳ κατηγορούμενος. Ἑνότητα δὲ τὴν ὡς πρὸς Θεόν, οὐκ ἐν ψιλαῖς καὶ μόναις ταῖς ἐκ θελημάτων πλουτοῦμεν ῥοπαῖς, ἀλλά τις καὶ ἕτερος εἰς τοῦτο συνείρει λόγος, ἀπόρρητός τε καὶ ἀναγκαῖος. Ὡς γὰρ ὁ θεῖος ἡμᾶς μεμυσταγώγηκε Παῦλος, «ἓν σῶμά ἐσμεν οἱ πολλοὶ διὰ τὸ ἐκ τοῦ ἑνὸς ἄρτου μετέχειν.» Ἢ γὰρ οὐκ οἶσθα ὅτι σύσσωμα γενέσθαι Χριστοῦ καὶ τὰ ἔθνη φησί, τὴν πρὸς αὐτὸν ἑνότητα λαχόντα διὰ τῆς πίστεως, δῆλον δὲ ὅτι καὶ μυστικῆς εὐλογίας; Β. Κομιδῇ μὲν οὖν. Α. Οὐκοῦν, φυσικήν τε ἅμα καὶ προαιρετικὴν τὴν ἕνωσιν ἐν τε σφίσιν αὐτοῖς κεκτήμεθα, τοιαύτην δὲ οὖσαν ἡμῶν καὶ τὴν ἐν Χριστῷ διοψόμεθα. Β. Πῶς λέγεις; Ἕπομαι γὰρ οὐ λίαν. Α. Καὶ μὴν οὐδὲν εἶναί φημι τὸ ἄναντες ἔν γε δὴ τούτοις, ὦ τᾶν· ἀναμάθοι δ' ἂν ὅ φημι καὶ λίαν εὐκόλως ἁπαστισοῦν, οἶμαι, σοφὸς καὶ ἀρτίφρων ἀνήρ, ἐννενοηκὼς ὅτι πρῶτον μὲν εἰς ταυτότητα τὴν πρὸς ἀλλήλους οἱ τελοῦντες ἐν ἀνθρώποις θεσμῷ φυσικῷ διεσφίγμεθα, συνενούμεθα δὲ καὶ καθ' ἕτερον τρόπον. Διατετμημένοι γὰρ ὥσπερ εἰς ὑπόστασιν ἰδικήν, τὴν καθ' ἕκαστον λέγω, καθ' ἣν ὁ μέν τίς ἐστι Πέτρος ἢ Ἰωάννης, ὁ δὲ Θωμᾶς ἢ Ματθαῖος, σύσσωμοι γεγόναμεν ἐν Χριστῷ, τὴν μίαν σάρκα τρεφόμενοι, καὶ ἑνὶ τῷ ἁγίῳ Πνεύματι πρὸς ἑνότητα κατεσφραγισμένοι, καὶ