Ancient Greek
Page 408
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 408
Not analysed yet
εἴπερ ἐστὶν ἀμέριστος ὁ Χριστός—μεμέρισται γὰρ οὐδαμῶς—ἓν οἱ πάντες ἐσμὲν ἐν αὐτῷ. Τοιγάρτοι καὶ ἔφασκε πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα· «Ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἕν.» Ἄθρει γὰρ ὅπως ἔν τε τῷ Χριστῷ καὶ ἁγίῳ Πνεύματι οἱ πάντες ἕν ἐσμεν καὶ κατὰ τὸ σῶμα καὶ κατὰ τὸ πνεῦμα. Ἐπαιτιατέον οὖν ἄρα τοὺς ἕτερα ἄττα φρονεῖν ἑλομένους, ὡς μηδὲ ἐκεῖνα συνέντας ὀρθῶς τὰ περὶ ἡμῶν γεγραμμένα. Β. Ἐπαιτιατέον μὲν οὖν· ἔφης γὰρ ὀρθῶς. Φιλοπευστήσας γε μὴν οὐδὲν ἧττον ἐρῶ, πότερα τὸν Υἱὸν ἡνῶσθαι παραδεξόμεθα τῷ Θεῷ καὶ Πατρὶ καθάπερ ἀμέλει καὶ ἡμᾶς ἀλλήλοις, ἢ καὶ ὑπὲρ τοῦτο δοίη τις ἂν ἐπ' αὐτῶν τὴν ἕνωσιν; Α. Ἡνῶσθαί φαμεν τῷ Πατρὶ τὸν Υἱὸν καθ' ἡμᾶς τε ἅμα καὶ ὑπὲρ ἡμᾶς. Ἔστι μὲν γὰρ ὁμολογουμένως τῷ γεγεννηκότι πάντως που καὶ ὁμοούσιος, εἴπερ ἐστὶν ἀληθῶς Υἱός τε καὶ ἐξ αὐτοῦ. Ἐν ἰδίᾳ δὲ ὢν ὑποστάσει, τῇδέ τε ἔχειν εὖ μάλα πεπιστευμένος, οὐ καθάπερ ἡμεῖς ἀλλήλων, ἤτοι κατὰ νόμον σωμάτων, διεστήξει καὶ αὐτὸς τοῦ Πατρός, τὴν εἰσάπαν ἔχων διατομήν, εἰς ἑτερότητα δὲ τὴν καθέκαστον λέγω, φυσικὴν δὲ καὶ ἄρρητον ἔχει τὴν ἕνωσιν, οὐκ ἀνάχυσίν τινα τὴν εἰς ἀλλήλας παθουσῶν τῶν ὑποστάσεων, κατά γε τό τισι δοκοῦν, ὡς τὸν αὐτὸν εἶναι Πατέρα καὶ Υἱόν, ἀλλ' ὄντος τε καὶ ὑφεστηκότος ἑκατέρου, καὶ ἰδίαν ἔχειν λεγομένου τὴν ὕπαρξιν, ἡ τῆς οὐσίας ταὐτότης βραβεύει τὴν ἕνωσιν. Β. Ἐν ἰδίᾳ φῂς οὖν εἶναι τὸν Υἱὸν οὐσίᾳ παρὰ τὴν τοῦ Πατρός; Α. Οὐκ ἐν οὐσίᾳ μᾶλλον ἑτέρᾳ παρὰ τὴν ὡς Θεοῦ, ἀλλ' ἐν ὑποστάσει τῇ ὡς Υἱοῦ. Β. Ἕτερον γάρ τί ἐστι οὐσία καὶ ἕτερον ὑπόστασις; Α. Ναί· πολὺ γὰρ τὸ διεῖργον καὶ διὰ μέσον χωροῦν, εἴπερ ἐστὶν ἡ οὐσία τῶν καθέκαστα περιεκτική. Β. Τίνα φῂς τρόπον; Βραδὺς γάρ, ὡς ἔοικεν, ἔν γε τοῖς τοιούτοις, ἐγώ. Α. Ἦ γὰρ οὐκ οἶσθα ὅτι κἀμοί πως οὐκ ἐντριβὴς ὁ περὶ τούτων λόγος; Ἰτέον δ' οὖν ὅμως ἐπὶ τὴν ἐγχωροῦσαν βάσανον ὡς ἐν εἰκόνι τυχὸν ἐν ὑπερτάτοις οὔσης ὑψώμασι τῆς θείας ὑπεροχῆς. Οὐκοῦν τῆς οὐσίας ἡ δήλωσις, κατὰ κοινοῦ τινος ἔοικεν ἰέναι πράγματος· τὸ δὲ τῆς ὑποστάσεως ἑκάστου τυχὸν ὄνομα τῶν ὑπὸ τουτὶ τὸ κοινὸν κατηγορεῖται καὶ λέγεται· οἴου δέ με νῦν ἐκεῖνο δηλοῦν. Β. Τὸ ποῖόν τι δή; Α. Ὁριζόμεθα τὸν ἄνθρωπον, ζῷον λογικὸν θνητόν, κατὰ τὸν αὐτῷ πρέποντα τιθέμενοι λόγον, καὶ τοῦτο οὐσίας ὅρον εἶναί φαμεν κατὰ παντὸς ἰοῦσαν τῶν κατὰ μέρος ὑφεστηκότων. Ὑπὸ οὖν τὸ κοινὸν δὴ τουτί, τουτέστι τὸν ἄνθρωπον