Ancient Greek
Page 411
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 411
Not analysed yet
Ἆρ' ἔστι τι τὸ μεταξὺ γενητοῦ τε καὶ ἀγενήτου, ἀποιήτου καὶ ποιήματος; Β. Οὐκ ἂν δοίην ἔγωγε· λέγεις γὰρ ὀρθῶς. Α. Δύο τοιγαροῦν ἐν ὅλοις τοῖς οὖσι καταθεώμεθα φύσεις· τὴν μὲν τοῦ ἀεί τε καὶ ὡσαύτως ὄντος τε καὶ ἔχοντος· ἑτέραν δὲ αὖ, τὴν τῶν εἶναι λαχόντων δημιουργικῶς· καὶ τὴν μὲν τοῦ ὄντος ἀγενήτως, ὑπερκεῖσθαί τε καὶ ἀνακύπτειν τὰ πάντα, καὶ ταῖς εἰς τὸ ἄνω καὶ μεῖζον ὑπεροχαῖς ἀνανήχεσθαι· τὴν δὲ ὑποπίπτουσάν τε καὶ οἱονεὶ καταβεβλημένην ὡς ὑπὸ πόδας Δεσπότου. Εἴσῃ δὲ δὴ τοῦτο καὶ μάλα σαφῶς φάσκοντος τοῦ Χριστοῦ ταῖς Ἰουδαίων ἀγέλαις· «Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ· ἐγὼ ἐκ τῶν ἄνω εἰμί.» Ἄνωθεν δὲ ἥκειν ὡς ἡμᾶς τὸν Μονογενῆ καὶ ὁ σοφὸς Ἰωάννης διεσάφει λέγων· «Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν.» ᾬετο γὰρ δεῖν ἀπονέμειν οὐσιωδῶς τῷ γε ὄντι κατὰ φύσιν Θεῷ καὶ Θεοῦ τοῦ κατὰ φύσιν ἐκπεφυκότι τὴν εἰς ἄκρον ὑπεροχὴν καὶ εἰς λῆξιν ἰοῦσαν τὴν ἀνωτάτω. Ὅτι γὰρ τὸ ἄνωθεν οὐχ ὑψωμάτων ἐστὶ τοπικῶν σημαντικόν, ἀλλ' αὐτὴν ὑποδηλοῖ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίαν, πῶς οὐκ ἀναμφίλογον ἑνὸς τῶν ἁγίων μαθητῶν διειπόντος σαφῶς· «Πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι, καταβαῖνον ἀπὸ τοῦ Πατρὸς τῶν φώτων, παρ' ᾧ οὐκ ἔνι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα;» Εἴτε γὰρ ἀγγέλους εἴτ' οὖν ἔτι τὰ ἀνωτέρω καὶ τὰ διὰ μέσου πάντα διαδραμών, ἐπ' αὐτά τις ἴοι τὰ Σεραφίμ, καὶ τὰς ἀνωτάτω κατασκέψαιτο δόξας, τὴν τῶν γενητῶν οὐχ ὑπεραλεῖται φύσιν. Ἢ γὰρ ἄνωθέν τί ἐστι, τουτέστιν ἐκ τοῦ Πατρὸς τῶν φώτων, καὶ διὰ τοῦτο Θεός· μόνος δὲ εἷς ἄνωθεν ὁ Υἱός· ἤγουν κάτω τι νοεῖται καὶ κάτωθεν, τουτέστι κτίσις τε καὶ ἀπὸ κτίσεως· διὰ μέσου δὲ τὸ σύμπαν οὐδέν. Εἰ δὲ δή τις ἔροιτο τοὺς δι' ἐναντίας καὶ φιλοπευστοίη λέγων· Τί δὴ ἄρα ἡμῖν, ὦ οὗτοι, φατέ; Πότερα γενητός ἐστιν ὁ τοιόσδε καθ' ὑμᾶς Υἱὸς καὶ μεσίτης, ἢ ἀγένητος; Ἄμεσα γὰρ ἀεί πως ὁρᾶται τουτί· τί δὴ ἄρα φαῖεν ἄν; Β. Ἀπορήσειν οἶμαι, καὶ μάλα εἰκότως. Α. Ἀπορήσειαν γὰρ οὖν. «Ζῇ γὰρ ἡ ἀλήθεια καὶ νικᾷ,» κατὰ τὸ γεγραμμένον. Ἡμεῖς δὲ αὐτοί, τὴν ἐπ' ἄμφω διακομίζουσαν διερευνώμενοι τρίβον, τὰ εἰκότα περὶ τούτου φέρε διενθυμώμεθα. Ἀγένητον μὲν γὰρ εἰ δοῖεν εἶναι τὸν οὕτω μεσίτην, τὸ μόνης ἴδιον τῆς κατὰ φύσιν θεότητος ἀνατιθέντες αὐτῷ, τῶν τῆς μεσότητος ὅρων ἐπέκεινα παραδείξουσι, καὶ ἐν μείζοσιν ἢ χρῆν ὄντα λοιπόν.