Ancient Greek
Page 410
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 410
Not analysed yet
μίαν καὶ μίαν οὐσίαν εἰπεῖν, καὶ ἑκάστῳ τῶν ὄντων καθάπερ ἴδιόν τινα λόγον τὸν τῆς κοινότητος ἀπονέμειν. Εἰ γὰρ τοῦτο δρῴημεν καὶ καθάπερ ἀναγκαῖον διαφορᾶς τρόπον ἐπεισφοράν τινα ποιοίμεθα ταῖς οὐσίαις τὸ μίαν τε καὶ μίαν, διοιχήσεται τὸ σύμπαν εἰς τὸ μηδέν. Ἦ οὐχ ἑτερότητα μὲν ἡ οὐσιώδης διαφορά, τὸ δέ γε ἀλλοίως ἔχον ἐν ὅρῳ τῷ κατὰ φύσιν ἡ ἑτερότης ἐν τούτοις ἀποφανεῖ τε καὶ τέξεται; Β. Οἶμαί γε. Α. Περιέσται τοιγαροῦν καὶ οὐχ ἑκοῦσιν εἰπεῖν ὁμοούσιον μὲν οὐκ ἔτι τῷ Θεῷ καὶ Πατρὶ τὸν Υἱόν, ἑτεροῖον δὲ μᾶλλον καὶ ἑτεροφυᾶ καὶ τῶν τῆς θεότητος ὅρων ἐξῳκισμένον, εἴπερ ἐν ἰδίῳ κείσεται λόγῳ, τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἐξεστηκότι. Β. Ἑτεροίως γὰρ ἔχειν ἢ ὥσπερ ἂν νοοῖτο ὑπάρχειν κατὰ φύσιν ὁ Πατὴρ διατείνονται τὸν Υἱόν. Τοιγάρτοι παρέντες τοῦ ὁμοουσίου τὴν δήλωσιν, καὶ τὸ ξένον αὐτῇ καὶ ἀσύνηθες ἐπιπλέκοντες, φασὶ δεῖν ὁμοιοούσιον ὁμολογεῖν ὑπάρχειν αὐτόν, ἀναθέντες ὥς τι τῶν ὅτι μάλιστα σεπτῶν καὶ πρεπωδεστάτων αὐτῷ καὶ τὸ τῆς μεσιτείας ὄνομα. Α. Καὶ τί δὴ ἕτερον ἢ λῆρος ἔσται ταυτί, καὶ γραοπρεπὲς ἀληθῶς μυθάριον; Εἰ γάρ τινα μέσην ἐπινοοῦσιν φύσιν αὐτῷ, διά τε τοῦτο μεσίτην ὀνομάζεσθαι δεῖν ἀσυνετώτατα λέγουσι, τί δὴ ἄρα τὸ ἐντεῦθεν ἢ ποδαπὸς ἡμῖν θεωρίας εἰσκρίνεται λόγος ἐγὼ μὲν οὐχ ὁρῶ· φράσαις δ' ἂν αὐτὸς ὡς ἥδιστά γε μανθάνειν ἐθέλοντί μοι. Β. Τί ἂν φράσαιμι πρὸς ταῦτα; Α. Ἔρου τοιγαροῦν καὶ μανθάνειν ἐπείγου πότερα γενητὸς ἢ ἀγένητος ὁ μεσίτης ἐστί, Θεὸς ἀληθῶς ἢ τελεῖ γε καὶ αὐτὸς ἐν κτίσμασιν. Ὃ γάρ ἐστι, κατ' ἐκείνους, οὔτε Θεὸς καθαρῶς οὔτε ποίημα σαφῶς, ποῖον ἂν ἐκδέξαιτο παρ' αὐτῶν ἐν τοῖς οὖσι τόπον, οὐδ' ὅσον εἰπεῖν ἐν ψιλαῖς ἐννοίαις, κἂν γοῦν ἑλεῖν μόνον, οἷός τ' ἂν εἴην ἐγώ. Β. Τὸν ἀμφοῖν ἀναμέσον, Θεοῦ τέ φημι καὶ κτίσεως· ταύτῃ γάρ τοι καὶ μεσίτην αὐτὸν κεκλῆσθαί φασιν. Α. Ἀσυμφανέστατά τε ἐροῦσι καὶ ἀμαθέστατα διακείσονται, φρονοῦντες ὡδί. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν, ἄνω τε καὶ κάτω τὸν νοῦν περιστρέφοντα καὶ τὴν τῶν ὄντων ἅπασαν τὸ ὅπως ἂν ἔχοι πολυπραγμονοῦντα φύσιν, κἂν γοῦν ἐν ἐννοίαις καὶ λόγῳ ληπτὴν τοιαύτην τινὰ φύσιν ἰδεῖν, ἣ καὶ τῶν τῆς ἀληθοῦς θεότητος ἔξω βέβηκεν ὅρων, καὶ τοὺς τοῦ πεποιῆσθαι λόγους διανήξεται, καὶ ἀμείνω τοῦ κεκλῆσθαι πρὸς γένεσιν τὴν οἰκείαν ἡμῖν ἐπιδείξειεν ὕπαρξιν.