Ancient Greek
Page 413
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 413
Not analysed yet
τὸν αὐτόν, οἶμαι, καὶ τουτουσὶ τρόπον ἀστείως εὖ μάλα τὸ τοῦ μεσίτου σκιαγραφοῦντας εἴδωλον, τὸν τῶν ἁπλουστέρων καταληΐζεσθαι νοῦν, καὶ ἐν δορυκτήτων ποιεῖσθαι μοίρᾳ τοὺς ἐξακριβοῦν οὐκ ἔχοντας τὰ φιλοκακούργως ἐξηρτυμένα καὶ διὰ τῆς αὐτῶν μοχθηρίας ἐξευρημένα. Β. Ἄριστα ἔφης. Α. Ἔδει δὴ οὖν αὐτούς, εἰ λόγου τινὸς ἀξιοῦν ἐδόκει τὸ φρονεῖν ὀρθῶς, καὶ δόξαν ἔχειν οὐ διαβεβλημένην, μὴ τὰ ἀνέφικτα περὶ αὐτοῦ φαντάζεσθαι καὶ ἀναπλάττειν ἐπιχειρεῖν, ἃ μηδεὶς οἶδε λόγος, ἀπίθανον δὲ κομιδῇ καὶ ἐν ψιλαῖς ἐννοίαις καὶ μόναις ἔχειν τὴν ἔκφασιν, ἐπιτρέπειν δὲ οὕτως ἀτεχνῶς ἐν τοῖς φυσικοῖς ὑψώμασι τῆς θεότητος νοεῖσθαι τὸν Υἱόν, ὑπολογισαμένους ὅτι γεννηθεὶς ἐκ τοῦ Πατρός, τουτέστιν ἐκ τῆς οὐσίας αὐτοῦ, καὶ τὸν τῆς πρὸς αὐτὸν ὁμοουσιότητος ἀκριβῆ καὶ ἀπαραποίητον ἕξει λόγον, ἐπεί τοι καὶ Υἱὸν ἀληθῶς διωμολόγηκε τὸν Υἱόν, καὶ οὐχ ἕτερόν τι παρὰ τοῦτο, φάσκων ὁ Θεὸς καὶ Πατήρ· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ ηὐδόκησα.» Καίτοι τί μὴ μᾶλλον ὁρᾶται βοῶν· Οὗτός ἐστιν ὁ μεσίτης, εἰ μεσίτην ὄντα κατ' αὐτοὺς ἠπίστατο, εἰ καὶ ὅτι μάλιστα καλῶς ἂν ἔφη καὶ οὕτως; Γεγονότα γὰρ ἤδη μεσίτην παρέδειξεν ἄν· ἐνανθρωπήσαντι δὲ τῷ Υἱῷ, καὶ τὴν τοιαύτην ἂν εἰκότως ἐπεφθέγξατο φωνὴν ὁ Θεὸς καὶ Πατήρ. Φράζε δὲ δή μοι καὶ τόδε σαφῶς, μῶν ἠλιθιότητος εἰς τοῦτο παρώλισθον ὡς μηδὲ Υἱὸν ὅλως ὁμολογεῖν αὐτόν; Β. Υἱὸν μὲν εἶναι καὶ γεγεννῆσθαί φασι, κατερυθριῶντες, ὥς γέ μοι φαίνεται, τὸ ἀναφανδὸν καὶ μετὰ γυμνῆς ἀναισχυντίας ἁπάσαις, ὡς ἔπος εἰπεῖν, ταῖς ἁγίαις ἀντιφέρεσθαι Γραφαῖς, πλὴν οὐκ ἐξ αὐτῆς ἡμῖν ἥκειν τῆς τοῦ Πατρὸς οὐσίας, οὔτε μὴν τὸ τῆς γεννήσεως χρῆμα παραδέχεσθαί τε καὶ νοεῖν ἀξιοῦσι φυσικῶς. Α. Κατάπλαστον οὖν ὥσπερ τό τε τῆς υἱότητος καὶ τὸ τῆς γεννήσεως ὄνομα σφᾶς τε αὐτοὺς ἀναπείθουσι καὶ ἑτέρους φρονεῖν. Ἀποφέρουσι γάρ, ὡς ὁρᾷς, τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς τὸν ἀληθῆ τῆς γεννήσεως κατασείοντες τρόπον, καὶ μὴν καὶ τὸ εἶναι κατὰ φύσιν Υἱὸν παραιρούμενοι τὸν Μονογενῆ. Πικροὺς δὲ ὄντας αὐτοὺς καὶ ἰσχνολόγους, ὥσπερ οὖν οἴονται, καὶ φιλοκομποῦντας οἷς φασι, πῶς δὴ ἄρα κἀκεῖνο παρελάσαν ᾤχετο; Οὐ γὰρ ὑπαισθάνονται, κατὰ τὸ εἰκός, ὅτι καὶ αὐτὴν ἐν τούτῳ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς συνατιμάζουσι φύσιν, εἴπερ οὐκ ἔχειν αὐτὴν διατείνονται τὸ καρπογόνον,