Ancient Greek
Page 414
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 414
Not analysed yet
καὶ τοῦ δύνασθαι τεκεῖν ἀπογυμνοῦσιν αὐτήν, ἧς τοὺς τύπους εἰς ἑαυτὴν ἀνεμάξατο, κύουσά τε καὶ καρποφοροῦσα τῶν γενητῶν ἡ φύσις. Β. Ἀλλ' ἴσως καὶ πρός γε τοῦτο ἐροῦσιν ὡς εἴπερ ἐστὶ τὸ τῆς γεννήσεως ὄνομα πάντη τε καὶ πάντως ἀληθές, καθ' ὧν ἂν τάττοιτό τε καὶ λέγοιτο, μυρίους ἀνάγκη παραδέξασθαι καὶ φρονεῖν γεννηθέντας ἐκ τοῦ Θεοῦ καὶ Πατρός. Εἴρηται γάρ που καὶ περὶ τῶν ἐξ Ἰσραήλ· «Υἱοὺς ἐγέννησα καὶ ὕψωσα.» Α. «Προφασιζομένους προφάσεις ἐν ἁμαρτίαις, καὶ εἰς λόγους πονηρίας ἐκκεκλικότας» αὐτοὺς εὑρήσομεν, κατὰ τὸ ἐν Ψαλμοῖς ᾀδόμενον τῷ μακαρίῳ Δαβίδ. Εἰ μὲν γὰρ ἦν ἕτερόν τι κατὰ φύσιν ὁμολογουμένως ὁ Υἱὸς ἢ ὅπερ ἐστὶ καὶ πεπίστευται πρὸς ἡμῶν, εἶτα μεθ' ἡμῶν τὴν κλῆσιν διέλαχε τῆς τε υἱότητος ὁμοῦ καὶ τῆς γεννήσεως, ἦν ἔτι τὸ ἐμποδὼν οὐδὲν καταχρηστικώτερον εἰρῆσθαι καὶ ἐπ' αὐτοῦ διακεῖσθαι ταυτί. Ἐπειδὴ δὲ παραβιασάμενοι τἀληθὲς καὶ φιλοκακούργως αὐτὸν ὑφ' ἑτέραν τινὰ φύσιν, τό γε ἧκον ἐπ' αὐτούς, μεταστήσαντες, μεσίτην ὠνόμαζον, εἶτα φληνάφως τὸν ἐπ' αὐτῷ δὴ τούτῳ πλαστουργήσαντες μῦθον οὐ μετρίως ἐλέγχονται· τί τῆς ἐνούσης τε καὶ οὐσιώδους ὑπεροχῆς ἐξωθοῦντες οὐ καταλήγουσι, καὶ νόθοις ὥσπερ τισὶν ἀξιώμασιν ἐξυβρίζοντες εἰς τὸν ἐκ Πατρὸς ἀληθῶς, οὐ καταναρκῶσιν οἱ δείλαιοι; Οὐ γὰρ ἐν μοίρᾳ καὶ τάξει τῇ καθ' ἡμᾶς, ἀλλ' οὐδὲ ἐν ἴσῳ τοῖς πεποιημένοις εἰς τὴν τῆς υἱοθεσίας ἐκκέκληται δόξαν ὁ Μονογενής, οὔτε μὴν εἰσποιητὴν αὐτῷ τὴν ὑπεροχὴν καὶ ἡ ἐπωνυμία προξενεῖ, πολλοῦ γε καὶ δεῖ. Θετὸς γὰρ ἂν εἴη, καὶ ἐν τοῖς κατὰ χάριν υἱοῖς, εἴπερ ὧδέ τε ἔχοι, καὶ τοῖς τῆς κτίσεως περισχοινίζοιτο μέτροις. Ἀλλὰ ταυτὶ μὲν ὕθλος τέ ἐστι καὶ βαττολογία καὶ δυσφημιῶν ὄχλος καὶ ἕτερον οὐδέν. Ὡς δὲ ἐν τοῖς κατὰ θέσιν υἱοῖς ἑαυτὸν καταμετρεῖν οὐκ ἠξίωσεν ὁ Μονογενής, ἀλλ' οἶδεν ἔχοντα θείαν τε καὶ ἄρρητον τὴν κατὰ πάντων ὑπεροχὴν καὶ τὸ τῆς υἱοθεσίας ἀληθὲς ἀξίωμα, μάθοις ἂν εὐκόλως, Ἰουδαίοις λέγοντος Μωσέως τε πέρι καὶ προφητῶν ἁγίων· «Εἰ ἐκείνους εἶπε θεοὺς πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ Γραφή, ὃν ὁ Πατὴρ ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον ὑμεῖς λέγετε ὅτι Βλασφημεῖς, ὅτι εἶπον· Υἱός εἰμι τοῦ Θεοῦ;» . Εἰ γὰρ ἐπεί τοι παρ' ἐκείνοις γέγονεν ὁ τοῦ Θεοῦ λόγος, θεοὺς ἀπέδειξε καὶ υἱούς, πῶς οὐκ ἂν μᾶλλον αὐτὸς Υἱός τε εἴη καὶ Θεὸς ἄμεινόν τε καὶ ἀληθέστερον ὁ δι' ὃν ἐκεῖνοι θεοὶ καὶ υἱοί;