Ancient Greek
Page 415
Cyrillus Theol., De sancta trinitate dialogi i-vii 415
Not analysed yet
Οὐκ ἐπακτὸν οὖν ἄρα τῷ Μονογενεῖ τὸ Υἱός, ἀλλὰ τοῦ εἶναι τοιῶσδε σημαντικὸν ἂν εἴη τὸ ὄνομα αὐτῷ, καθάπερ ἀμέλει καὶ αὐτῷ τῷ Θεῷ καὶ Πατρὶ τὸ Πατήρ. Πατὴρ μὲν γὰρ ὁ Πατὴρ ὅτι τέτοκε τὸν Υἱόν· Υἱὸς δὲ αὖ ὁ Υἱὸς ὅτι γεγέννηται παρὰ τοῦ Πατρός. Ταύτης τοι τῆς αἰτίας, ὡς ἐγᾦμαι, χάριν, καίτοι παμπόλλαις τε ὅσαις καὶ διαφόροις λέξεσι τὰ προσόντα τῇ θείᾳ φύσει διερμηνεύοντες ἀγαθά, κἂν γοῦν εἰς μετρίαν τὴν περὶ αὐτῆς ἥκομεν γνῶσιν, ἀλλ' οὐκ ἐκείναις συντεταγμένον ἐρῶ τό τε τῆς υἱότητος καὶ τὸ τῆς πατρότητος ὄνομα, καίτοι τῶν ἄλλων ὀρθῶς τε καὶ ἀνεγκλήτως ἐπ' ἀμφοῖν λεγομένων. Β. Πῶς ἔφης; Α. Φράσαιμ' ἂν ὡς ἥδιστα φιλοπευστοῦντί σοι. Κατὰ διττόν, οἶμαι, τρόπον τὰ οὐσιωδῶς προσόντα τῇ θείᾳ φύσει πλεονεκτήματα καταδηλοῦν εἰθίσμεθα. Ἢ γὰρ ἀφ' ὧν ἐστιν ἢ ἀφ' ὧν οὐκ ἔστιν ἀεὶ πρὸς ἡμῶν ἐπιγινώσκεται. Ζωὴν μὲν γὰρ εἶναι λέγοντες καὶ φῶς αὐτὴν ὀνομάζοντες, ἀφ' ὧν εἶναι πεπίστευται φαμὲν ἀληθεύοντες. Φθαρτὴ δὲ ὅτι μή ἐστι μήτε μὴν ὁρατή, ἀφ' ὧν οὐκ ἔστι λαλοῦμεν. Ὅτι γὰρ φθορᾶς ἀμείνων καὶ τοῦ καθορᾶσθαι πρός τινος, ἡ τῶν λέξεων ἡμῖν ὑποφαίνει δύναμις· ἦ γάρ; Β. Ἀληθές. Α. Εἴ τις οὖν ἄρα λέγοι ζωὴν εἶναι καὶ φῶς τὸν Πατέρα καὶ Θεόν, καὶ μὴν ὡς ἔστι πρὸς τούτοις ἄφθαρτος καὶ ἀόρατος, οὐκ ἐν κόσμῳ τι δρᾶν οἰησόμεθά που τὸν τοιοῦτον ἡμεῖς, εἴπερ ἕλοιτο φρονῶν ὀρθῶς, καὶ τῇ τοῦ Υἱοῦ φύσει προσάπτειν αὐτά, ὡς καὶ τοῖς ἴσοις ὀνόμασιν ἀποσεμνύνειν εὖ μάλα τὸν ἐκ Πατρὸς Θεὸν Λόγον; Β. Ναί. Α. Εἰ δὲ δὴ καὶ βασιλέα λέγοι, καὶ ταῖς εἰσάπαν εὐκλείαις βούλοιτο τιμᾶν δι' ὧνπερ ἂν ἡμῖν ἡ θεία φύσις καταγεραίροιτο, ἆρ' οὐχὶ μετεῖναί φαμεν καὶ αὐτῶν τῷ Υἱῷ; Β. Πῶς γὰρ οὔ; Α. Ἀμαθὲς οὖν ἄρα παντελῶς κἂν γοῦν ἐνδοιάζειν ὅλως ὅτι κοινὰ μὲν ἀμφοῖν τὰ πλεονεκτήματα, τά τε εἰς δόξαν καὶ ὑπεροχήν. Διαψεύσεται δὲ οὐδαμῶς ἡ ἀλήθεια, τουτέστι Χριστός, πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα λέγων ὅτι «Πάντα τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ ἐμά, καὶ δεδόξασμαι ἐν αὐτοῖς.» Εἴπερ οὖν ἐν ἀξιώματος νόμῳ, καθάπερ καὶ τὰ λοιπά, προσεῖναί φαμεν τῷ μὲν Πατρὶ τὸ Πατήρ, τῷ δὲ Υἱῷ τὸ Υἱός, τί τὸ ἐμποδών, εἰπέ μοι, καὶ τί τὸ ἀπεῖργον ἐκ μέσου ποιεῖσθαι τοῖν ὀνομάτοιν τὴν διαφοράν, ἄμφω τε Πατέρας καὶ Υἱοὺς ἀποκαλεῖν, κοινὰ καὶ ἐν ἴσῃ τάξει